PAGES

Εμφάνιση αναρτήσεων με ετικέτα ΚΑΝΟΝΕΣ ΑΓΙΩΝ ΠΑΤΕΡΩΝ. Εμφάνιση όλων των αναρτήσεων
Εμφάνιση αναρτήσεων με ετικέτα ΚΑΝΟΝΕΣ ΑΓΙΩΝ ΠΑΤΕΡΩΝ. Εμφάνιση όλων των αναρτήσεων

ΚΑΝΟΝΕΣ ΤΗΣ ΕΝ ΤΩ ΝΑΩ ΤΗΣ ΑΓΙΑΣ ΣΟΦΙΑΣ ΜΕΓΑΛΗΣ ΣΥΝΟΔΟΥ

ΚΑΝΟΝΕΣ ΤΗΣ ΕΝ ΤΩ ΝΑΩ ΤΗΣ ΑΓΙΑΣ ΣΟΦΙΑΣ ΜΕΓΑΛΗΣ ΣΥΝΟΔΟΥ (879-880 μ.Χ.)
Κανὼν α´. Περὶ τῶν ἐπιτιμηθέντων παρὰ τοῦ Ῥώμης, ὥστε οὕτως εἶναι καὶ παρὰ τοῦ Κωνσταντινουπόλεως, καὶ ἀνάπαλιν.
Ὥρισεν ἡ ἁγία καὶ οἰκουμενικὴ σύνοδος, ὥστε, εἰ τινες τῶν ἐξ Ἰταλίας κληρικῶν ἢ λαϊκῶν ἢ ἐπισκόπων, ἐν τῇ Ἀσίᾳ ἢ Εὐρώπῃ ἢ Λιβύῃ διατρίβοντες, ὑπὸ δεσμὸν ἢ καθαίρεσιν ἢ ἀναθεματισμὸν παρὰ τοῦ ἁγιωτάτου πάπα Ἰωάννου ἐγένοντο,

ΚΑΝΟΝΕΣ ΤΗΣ ΕΝ ΚΩΝΣΤΑΝΤΙΝΟΥΠΟΛΕΙ ΠΡΩΤΟΔΕΥΤΕΡΑΣ (ΑΒ) ΣΥΝΟΔΟΥ (861)

ΚΑΝΟΝΕΣ ΤΗΣ ΕΝ ΚΩΝΣΤΑΝΤΙΝΟΥΠΟΛΕΙ ΠΡΩΤΟΔΕΥΤΕΡΑΣ (ΑΒ) ΣΥΝΟΔΟΥ (861)
Κανὼν α´ τῆς ΑΒ´ Συνόδου. Γνώμῃ τοῦ Ἐπισκόπου οἰκοδομείσθω μοναστήριον.
Πρᾶγμα σεμνὸν οὕτω καὶ τίμιον καὶ τοῖς μακαρίοις καὶ ὁσίοις Πατράσιν ἡμῶν πάλαι καλῶς ἐπινοηθέν, ἡ τῶν μοναστηρίων οἰκοδομή, κακῶς ὁρᾶται πραττόμενον σήμερον.

ΚΑΝΟΝΕΣ ΤΗΣ ΕΝ ΝΙΚΑΙΑ ΑΓΙΑΣ ΚΑΙ ΟΙΚΟΥΜΕΝΙΚΗΣ Ζ ΣΥΝΟΔΟΥ

ΚΑΝΟΝΕΣ ΤΗΣ ΕΝ ΝΙΚΑΙΑ ΑΓΙΑΣ ΚΑΙ ΟΙΚΟΥΜΕΝΙΚΗΣ Ζ ΣΥΝΟΔΟΥ (787 μ.Χ.)
Κανὼν Α´
Τοῖς τὴν ἱερατικὴν λαχοῦσιν ἀξίαν, μαρτύριά τε καὶ κατορθώματα, αἱ τῶν κανονικῶν διατάξεών εἰσιν ὑποτυπώσεις· ἃς ἀσμένως δεχόμενοι, μετὰ τοῦ θεοφάντορος Δαβὶδ ᾄδομεν πρὸς τὸν δεσπότην Θεόν, λέγοντες· Ἐν τῇ ὁδῷ τῶν μαρτυρίων σου ἐτέρφθην, ὡς ἐπὶ παντὶ πλούτῳ· καὶ, Ἐνετείλω δικαιοσύνην, τὰ μαρτύριά σου εἰς τὸν αἰῶνα· συνέτισόν με καὶ ζήσομαι. 

ΚΑΝΟΝΕΣ ΤΗΣ ΕΝ ΤΡΟΥΛΛΩ ΑΓΙΑΣ ΚΑΙ ΟΙΚΟΥΜΕΝΙΚΗΣ ΠΑΝΘΕΚΤΗΣ ΣΥΝΟΔΟΥ

ΚΑΝΟΝΕΣ ΤΗΣ ΕΝ ΤΡΟΥΛΛΩ ΑΓΙΑΣ ΚΑΙ ΟΙΚΟΥΜΕΝΙΚΗΣ ΠΑΝΘΕΚΤΗΣ ΣΥΝΟΔΟΥ (691 μ.Χ.)
Κανὼν Α´
Τάξις ἀρίστη, παντὸς ἀρχομένου καὶ λόγου καὶ πράγματος, ἐκ Θεοῦ τε ἄρχεσθαι, καὶ εἰς Θεόν ἀναπαύεσθαι, κατὰ τὴν θεολόγον φωνήν. Ὅθεν, καὶ τῆς εὐσεβείας ὑφ᾿ ἡμῶν ἤδη διαπρυσίως κηρυττομένης, καὶ τῆς ἐκκλησίας, ἐφ᾿ ᾗ Χριστὸς τεθεμελίωται, διηνεκῶς αὐξανούσης καὶ προκοπτούσης, ὡς τῶν τοῦ Λιβάνου κέδρων ταύτην ὑπερεκτείνεσθαι· καὶ νῦν ἀρχὴν τῶν ἱερῶν ποιούμενοι λόγων χάριτι θείᾳ, ὁρίζομεν, ἀκαινοτόμητόν τε καὶ ἀπαράτρωτον φυλάττειν τὴν παραδοθεῖσαν ἡμῖν πίστιν ὑπό τε τῶν αὐτοπτῶν καὶ ὑπηρετῶν τοῦ Λόγου, τῶν θεοκρίτων Ἀποστόλων·

ΚΑΝΟΝΕΣ ΤΗΣ ΕΝ ΧΑΛΚΗΔΩΝΙ ΑΓΙΑΣ ΚΑΙ ΟΙΚΟΥΜΕΝΙΚΗΣ Δ΄ ΣΥΝΟΔΟΥ

ΚΑΝΟΝΕΣ ΤΗΣ ΕΝ ΧΑΛΚΗΔΩΝΙ ΑΓΙΑΣ ΚΑΙ ΟΙΚΟΥΜΕΝΙΚΗΣ Δ΄ ΣΥΝΟΔΟΥ (451 μ.Χ.)
Κανὼν Α´
Τοὺς παρὰ τῶν ἁγίων Πατέρων καθ᾿ ἑκάστην σύνοδον ἄχρι τοῦ νῦν ἐκτεθέντας κανόνας κρατεῖν ἐδικαιώσαμεν.

ΚΑΝΟΝΕΣ ΤΗΣ ΕΝ ΕΦΕΣΩ ΑΓΙΑΣ ΚΑΙ ΟΙΚΟΥΜΕΝΙΚΗΣ Γ΄ ΣΥΝΟΔΟΥ

ΚΑΝΟΝΕΣ ΤΗΣ ΕΝ ΕΦΕΣΩ ΑΓΙΑΣ ΚΑΙ ΟΙΚΟΥΜΕΝΙΚΗΣ Γ΄ ΣΥΝΟΔΟΥ (431 μ.Χ.)
Κανὼν Α´
Ἐπειδὴ ἐχρῆν καὶ τοὺς ἀπολειφθέντας τῆς ἁγίας συνόδου, καὶ μείναντας κατὰ χώραν, ἢ πόλιν, διά τινα αἰτίαν, ἢ ἐκκλησιαστικήν, ἢ σωματικήν, μὴ ἀγνοῆσαι τὰ ἐν αὐτῇ τετυπωμένα, γνωρίζομεν τῇ ὑμετέρᾳ ἁγιότητι καὶ ἀγάπη, ὅτι περ, εἴ τις μητροπολίτης τῆς ἐπαρχίας, ἀποστατήσας τῆς ἁγίας καὶ οἰκουμενικῆς συνόδου, προσέθετο τῷ τῆς ἀποστασίας συνεδρίῳ, ἢ μετὰ τοῦτο προστεθείη, ἢ τὰ Κελεστίου ἐφρόνησεν, ἢ φρονήσει, οὗτος κατὰ τῶν τῆς ἐπαρχίας ἐπισκόπων διαπράττεσθαί τι οὐδαμῶς δύναται, πάσης ἐκκλησιαστικῆς κοινωνίας ἐντεῦθεν ἤδη ὑπὸ τῆς συνόδου ἐκβεβλημένος, καὶ ἀνενέργητος ὑπάρχων. Ἀλλὰ καὶ αὐτοῖς τοῖς τῆς ἐπαρχίας ἐπισκόποις, καὶ τοῖς πέριξ μητροπολίταις, τοῖς τὰ τῆς ὀρθοδοξίας φρονοῦσιν, ὑποκείσεται εἰς τὸ πάντη καὶ τοῦ βαθμοῦ τῆς ἐπισκοπῆς ἐκβληθῆναι.

ΚΑΝΟΝΕΣ ΤΗΣ ΕΝ ΚΩΝΣΤΑΝΤΙΝΟΥΠΟΛΕΙ ΑΓΙΑΣ ΚΑΙ ΟΙΚΟΥΜΕΝΙΚΗΣ Β΄ ΣΥΝΟΔΟΥ

ΚΑΝΟΝΕΣ ΤΗΣ ΕΝ ΚΩΝΣΤΑΝΤΙΝΟΥΠΟΛΕΙ ΑΓΙΑΣ ΚΑΙ ΟΙΚΟΥΜΕΝΙΚΗΣ Β΄ ΣΥΝΟΔΟΥ (381 μ.Χ.)
Κανὼν Α´
Ὥρισαν οἱ ἐν Κωνσταντινούπολει συνελθόντες ἅγιοι Πατέρες, μὴ ἀθετεῖσθαι τὴν πίστιν τῶν Πατέρων τῶν τριακοσίων δέκα ὀκτώ, τῶν ἐν Νικαίᾳ τῆς Βιθυνίας συνελθόντων· ἀλλὰ μένειν ἐκείνην κυρίαν, καὶ ἀναθεματισθῆναι πᾶσαν αἵρεσιν· καὶ εἰδικῶς τὴν τῶν Εὐνομιανῶν, εἴτ᾿ οὖν Εὐδοξιανῶν, καὶ τὴν τῶν Ἡμιαρείων, εἴτ᾿ οὖν Πνευματομάχων, καὶ τὴν τῶν Σαβελλιανῶν, καὶ τὴν τῶν Μαρκελλιανῶν, καὶ τὴν τῶν Φωτεινιανῶν, καὶ τὴν τῶν Ἀπολλιναριστῶν.

ΚΑΝΟΝΕΣ ΤΗΣ ΕΝ ΝΙΚΑΙΑ ΑΓΙΑΣ ΚΑΙ ΟΙΚΟΥΜΕΝΙΚΗΣ Α΄ ΣΥΝΟΔΟΥ

ΚΑΝΟΝΕΣ ΤΗΣ ΕΝ ΝΙΚΑΙΑ ΑΓΙΑΣ ΚΑΙ ΟΙΚΟΥΜΕΝΙΚΗΣ Α΄ ΣΥΝΟΔΟΥ (325 μ.Χ.)
Κανὼν Α´
Εἴ τις ἐν νόσῳ ὑπὸ ἰατρῶν ἐχειρουργήθη, ἢ ὑπὸ βαρβάρων ἐξετμήθη, οὗτος μενέτω ἐν τῷ κλήρῳ. Εἰ δέ τις ὑγιαίνων ἑαυτὸν ἐξέτεμε, τοῦτον καὶ ἐν τῷ κλήρῳ ἐξεταζόμενον, πεπαῦσθαι προσήκει· καὶ ἐκ τοῦ δεῦρο, μηδένα τῶν τοιούτων χρῆναι προάγεσθαι. Ὥσπερ δὲ τοῦτο πρόδηλον, ὅτι περὶ τῶν ἐπιτηδευόντων τὸ πρᾶγμα, καὶ τολμώντων ἑαυτοὺς ἐκτέμνειν εἴρηται· οὕτως, εἴ τινες ὑπὸ βαρβάρων, ἢ δεσποτῶν εὐνουχίσθησαν, εὑρίσκοιντο δὲ ἄλλως ἄξιοι, τοὺς τοιούτους εἰς κλῆρον προσίεται ὁ κανών.

ΚΑΝΟΝΕΣ ΤΗΣ ΕΝ ΚΑΘΑΡΓΕΝΗ ΤΟΠΙΚΗΣ ΣΥΝΟΔΟΥ

ΚΑΝΟΝΕΣ ΤΗΣ ΕΝ ΚΑΘΑΡΓΕΝΗ ΤΟΠΙΚΗΣ ΣΥΝΟΔΟΥ (419 μ.Χ.)
Κανὼν Α´
Αὐρήλιος ἐπίσκοπος εἶπε· Ταῦτα οὕτω παρ᾽ ἡμῖν ἔχοντα, τὰ ἴσα τῶν ὁρισθέντων, ἅπερ τότε οἱ Πατέρες ἡμῶν ἐκ τῆς ἐν Νικαίᾳ συνόδου μεθ᾽ ἑαυτῶν κατήγαγον, ἦς τὸν τύπον φυλάττοντα τὰ ἑπόμενα καὶ ὁρισθέντα παρ᾽ ἡμῶν, βεβαιωθέντα φυλαχθῶσι.

ΚΑΝΟΝΕΣ ΤΗΣ ΕΝ ΣΑΡΔΙΚΗ ΤΟΠΙΚΗΣ ΣΥΝΟΔΟΥ

ΚΑΝΟΝΕΣ ΤΗΣ ΕΝ ΣΑΡΔΙΚΗ ΤΟΠΙΚΗΣ ΣΥΝΟΔΟΥ (343 ή 347 μ.Χ.)
Κανὼν Α´
Ὅσιος Ἐπίσκοπος πόλεως Κορδούης εἶπεν· Οὐ τοσοῦτον ἡ φαύλη συνήθεια, ὅσον ἡ βλαβερωτάτη τῶν πραγμάτων διαφθορά, ἐξ αὐτῶν τῶν θεμελίων ἐστὶν ἐκριζωτέα, ἵνα μηδενὶ τῶν ἐπισκόπων ἐξῇ ἀπὸ πόλεως μικρᾶς εἰς ἑτέραν πόλιν μεθίστασθαι.

ΚΑΝΟΝΕΣ ΤΗΣ ΕΝ ΛΑΟΔΙΚΕΙΑ ΤΟΠΙΚΗΣ ΣΥΝΟΔΟΥ

ΚΑΝΟΝΕΣ ΤΗΣ ΕΝ ΛΑΟΔΙΚΕΙΑ ΤΟΠΙΚΗΣ ΣΥΝΟΔΟΥ (357 & 368 μ.Χ.)
Κανὼν Α´
Περὶ τοῦ δεῖν κατὰ τὸν ἐκκλησιαστικὸν κανόνα, τοὺς ἐλευθέρως καὶ νομίμως συναφθέντας δευτέροις γάμοις, μὴ λαθρογαμίαν ποιήσαντας, ὀλίγου χρόνου παρελθόντος, καὶ σχολάσαντας, ταῖς προσευχαῖς καὶ νηστείαις, κατὰ συγγνώμην ἀποδίδοσθαι αὐτοῖς τὴν κοινωνίαν ὡρίσαμεν.

ΚΑΝΟΝΕΣ ΤΗΣ ΕΝ ΑΝΤΙΟΧΕΙΑ ΤΟΠΙΚΗΣ ΣΥΝΟΔΟΥ

ΚΑΝΟΝΕΣ ΤΗΣ ΕΝ ΑΝΤΙΟΧΕΙΑ ΤΟΠΙΚΗΣ ΣΥΝΟΔΟΥ (341 μ.Χ.)
Κανὼν Α´
Πάντας τοὺς τολμῶντας παραλύειν τὸν ὅρον τῆς ἁγίας καὶ μεγάλης συνόδου τῆς ἐν Νικαίᾳ συγκροτηθείσης ἐπὶ παρουσίᾳ τῆς εὐσεβείας τοῦ θεοφιλεστάτου βασιλέως Κωνσταντίνου, περὶ τῆς ἁγίας ἑορτῆς τοῦ σωτηριώδους Πάσχα, ἀκοινωνήτους καὶ ἀποβλήτους εἶναι τῆς ἐκκλησίας, εἰ ἐπιμένοιεν φιλονεικότερον ἐνιστάμενοι πρὸς τὰ καλῶς δεδογμένα, καὶ ταῦτα εἰρήσθω περὶ τῶν λαϊκῶν.

ΚΑΝΟΝΕΣ ΤΗΣ ΕΝ ΓΑΓΓΡΑ ΤΟΠΙΚΗΣ ΣΥΝΟΔΟΥ

ΚΑΝΟΝΕΣ ΤΗΣ ΕΝ ΓΑΓΓΡΑ ΤΟΠΙΚΗΣ ΣΥΝΟΔΟΥ (340 μ.Χ.)
Κανὼν Α´
Εἴ τις τὸν γάμον μέμφοιτο, καὶ τὴν καθεύδουσαν μετὰ τοῦ ἀνδρὸς αὐτῆς, οὖσαν πιστὴν καὶ εὐλαβῆ, βδελύσσοιτο ἢ μέμφοιτο, ὡς ἂν μὴ δυναμένην εἰς βασιλείαν εἰσελθεῖν, ἀνάθεμα ἔστω.

ΚΑΝΟΝΕΣ ΤΗΣ ΕΝ ΝΕΟΚΑΙΣΑΡΕΙΑ ΤΟΠΙΚΗΣ ΣΥΝΟΔΟΥ

ΚΑΝΟΝΕΣ ΤΗΣ ΕΝ ΝΕΟΚΑΙΣΑΡΕΙΑ ΤΟΠΙΚΗΣ ΣΥΝΟΔΟΥ (315 μ.Χ.)
Κανὼν Α´
Πρεσβύτερος, ἐὰν γήμῃ, τῆς τάξεως αὐτὸν μετατίθεσθαι· ἐὰν δὲ πορνεύσῃ, ἢ μοιχεύσῃ, ἐξωθεῖσθαι αὐτὸν τέλεον, καὶ ἄγεσθαι εἰς μετάνοιαν.

ΚΑΝΟΝΕΣ ΤΗΣ ΕΝ ΑΓΚΥΡΑ ΤΟΠΙΚΗΣ ΣΥΝΟΔΟΥ

ΚΑΝΟΝΕΣ ΤΗΣ ΕΝ ΑΓΚΥΡΑ ΤΟΠΙΚΗΣ ΣΥΝΟΔΟΥ (314 μ.Χ.)
Κανὼν Α´
Πρεσβυτέρους τοὺς ἐπιθύσαντας, εἶτα ἀναπαλαίσαντας, μήτε ἐκ μεθόδου τινός, ἀλλ᾽ ἐξ ἀληθείας, μήτε προκατασκευάσαντας, καὶ ἐπιτηδεύσαντας, καὶ πείσαντας, ἵνα δόξωσι μὲν βασάνοις ὑποβάλλεσθαι, ταύτας δὲ τῷ δοκεῖν καὶ τῷ σχήματι προσαχθῆναι· τούτους ἔδοξε, τῆς μὲν τιμῆς τῆς κατὰ τὴν καθέδραν μετέχειν· προσφέρειν δὲ αὐτούς, ἢ ὁμιλεῖν, ἢ ὅλως λειτουργεῖν τι τῶν ἱερατικῶν λειτουργιῶν, μὴ ἐξεῖναι.

ΚΑΝΟΝΕΣ ΤΩΝ ΑΓΙΩΝ ΑΠΟΣΤΟΛΩΝ

ΙΕΡΟΙ ΚΑΝΟΝΕΣ ΤΩΝ ΑΓΙΩΝ ΚΑΙ ΠΑΝΣΕΠΤΩΝ ΑΠΟΣΤΟΛΩΝ.
Κανὼν Α´
Ἐπίσκοπος χειροτονείσθω ὑπὸ ἐπισκόπων δύο ἢ τριῶν.

Κανὼν B´
Πρεσβύτερος ὑπὸ ἑνὸς ἐπισκόπου χειροτονείσθω, καὶ διάκονος, καὶ οἱ λοιποὶ κληρικοί.

ΚΑΝΟΝΕΣ ΑΓΙΟΥ ΙΩΑΝΝΟΥ ΤΟΥ ΝΗΣΤΕΥΤΟΥ

ΚΑΝΟΝΕΣ ΕΚ ΤΟΥ ΚΑΝΟΝΙΚΟΥ ΤΟΥ ΑΓΙΟΥ ΙΩΑΝΝΟΥ ΤΟΥ ΝΗΣΤΕΥΤΟΥ
Κανὼν α´ τοῦ Ἰωάννου τοῦ Νηστευτοῦ. Ὅπως τοὺς τῆς μετανοίας χρόνους ὁ Νηστευτὴς συνέτεμε;

ΚΑΝΟΝΕΣ ΑΓ. ΝΙΚΗΦΟΡΟΥ ΠΑΤΡΙΑΡΧΟΥ ΚΩΝΣΤΑΝΤΙΝΟΥΠΟΛΕΩΣ ΤΟΥ ΟΜΟΛΟΓΗΤΟΥ

ΚΑΝΟΝΕΣ ΑΓΙΟΥ ΝΙΚΗΦΟΡΟΥ ΠΑΤΡΙΑΡΧΟΥ ΚΩΝΣΤΑΝΤΙΝΟΥΠΟΛΕΩΣ ΤΟΥ ΟΜΟΛΟΓΗΤΟΥ
Κανὼν α´ τοῦ Ἁγίου Νικηφόρου Κωνσταντινουπόλεως. Περὶ ἀντιμινσίου ὅτι πλυνόμενον οὐ κοινοῦται.
Ἐὰν κατὰ ἄγνοιαν πλυθῇ ἀντιμίνσιον, οὐκ ἀποτίθεται τὸν ἁγιασμόν, οὐδὲ βέβηλον γίνεται.

ΚΑΝΟΝΕΣ ΑΓΙΟΥ ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΑΛΕΞΑΝΔΡΕΙΑΣ

ΚΑΝΟΝΕΣ ΑΓΙΟΥ ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΑΛΕΞΑΝΔΡΕΙΑΣ
Κανὼν α´ τοῦ Ἁγίου Κυρίλλου Ἀλεξανδρείας. Περὶ τοῦ ποτνιωμένου διὰ τὸ ἐκβληθῆναι τῆς ἐπισκοπῆς.
Ἕκαστα τῶν καθ᾿ ἡμᾶς πραγμάτων, ὅταν εὐθὺ φέρηται κανονικῆς ευταξίας, οὐδένα μὲν ἡμῖν ἐντίκτει θόρυβον, ἀπαλλάττει δὲ καὶ τῆς παρά τινων δυσφημίας, μᾶλλον δὲ καὶ τὰς παρὰ τῶν εὖ φρονούντων εὐφημίας ἡμῖν προξενεῖ.

ΚΑΝΟΝΕΣ ΑΓΙΟΥ ΘΕΟΦΙΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΑΛΕΞΑΝΔΡΕΙΑΣ

ΚΑΝΟΝΕΣ ΑΓΙΟΥ ΘΕΟΦΙΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΑΛΕΞΑΝΔΡΕΙΑΣ
Κανὼν α´ τοῦ Θεοφίλου Ἀλεξανδρείας. Περὶ τῆς ἐν τῇ παραμονῇ τῶν Θεοφανείων νηστείας, εἰ τύχῃ ἐν Κυριακῇ.
Προσφώνησις, τῶν Ἁγίων θεοφανείων ἐπιστάντων ἐν Κυριακῆ. Καὶ τὸ ἔθος καὶ τὸ πρέπον ἡμᾶς ἀπαιτεῖ πᾶσαν Κυριακὴν τιμᾶν καὶ ἐν ταύτῃ πανηγυρίζειν, ἐπειδήπερ ἐν ταύτῃ ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς τὴν ἐκ νεκρῶν ἀνάστασιν ἡμῖν ἐπρυτάνευσε.

ΚΑΝΟΝΕΣ ΑΓΙΟΥ ΑΘΑΝΑΣΙΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΑΛΕΞΑΝΔΡΕΙΑΣ

ΚΑΝΟΝΕΣ ΑΓΙΟΥ ΑΘΑΝΑΣΙΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΑΛΕΞΑΝΔΡΕΙΑΣ
Ἐπιστολὴ τοῦ Ἁγίου Ἀθανασίου, Ἀρχιεπισκόπου Ἀλεξανδρείας, πρὸς Ἀμμοῦν μονάζοντα, περὶ τῆς ἀβουλήτου φυσικῆς ἐκκρίσεως.
Πάντα μὲν καλὰ καὶ καθαρὰ τὰ τοῦ Θεοῦ ποιήματα, οὐδὲν γὰρ ἄχρηστον ἢ ἀκάθαρτον ὁ τοῦ Θεοῦ πεποίηκε λόγος· Χριστοῦ γὰρ εὐωδία ἐσμὲν ἐν τοῖς σῳζομένοις, κατὰ τὸν ἀπόστολον.

ΚΑΝΟΝΕΣ ΑΓΙΟΥ ΔΙΟΝΥΣΙΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΑΛΕΞΑΝΔΡΕΙΑΣ

ΚΑΝΟΝΕΣ ΑΓΙΟΥ ΔΙΟΝΥΣΙΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΑΛΕΞΑΝΔΡΕΙΑΣ
Κανὼν α´ τοῦ Διονυσίου Ἀλεξανδρείας. Ὅτι ἀδήλου οὔσης ἀκριβῶς τῆς ὥρας, καθ᾿ ἣν ἀνέστη ὁ Κύριος, οἱ μετὰ τὸ μεσονύκτιον τοῦ μεγάλου Σαββάτου ἀπονηστιζόμενοι, ἀνέγκλητοι.
Ἐπέστειλάς μοι, πιστότατε καὶ λογιώτατε υἱέ μου, πυνθανόμενος καθ᾿ ἣν ὥραν ἀπονηστίζεσθαι δεῖ τὴν τοῦ Πάσχα ἡμέραν, τινὰς μὲν γὰρ τῶν ἀδελφῶν λέγειν φής, ὅτι χρὴ τοῦτο ποιεῖν πρὸς τὴν ἀλεκτοροφωνίαν, τινὰς δέ, ὅτι ἀφ᾿ ἑσπέρας χρή.

ΚΑΝΟΝΕΣ ΑΓΙΟΥ ΠΕΤΡΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΑΛΕΞΑΝΔΡΕΙΑΣ

ΚΑΝΟΝΕΣ ΑΓΙΟΥ ΠΕΤΡΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΑΛΕΞΑΝΔΡΕΙΑΣ
Κανὼν α´ τοῦ Πέτρου Ἀλεξανδρείας. Περὶ τῶν μετὰ πολλὰς βασάνους ἐξομοσάντων.
Ἐπεὶ τέταρτον ἤδη Πάσχα ἐπικατείληφε τὸν διωγμόν, αὐτάρκως ἔχει τοῖς μὲν προσενεχθεῖσι καὶ φυλακισθεῖσι, βασάνους τε ανηκέστους ὑπομεμενηκόσι καὶ ἀφορήτους μάστιγας καὶ πολλὰς ἑτέρας δεινὰς ἀνάγκας, ὕστέρον δὲ προδεδομένοις ὑπὸ τῆς ἀσθενείας τῆς σαρκός, εἰ καὶ μὴ ἐξ ἀρχῆς παρεδέχθησαν διὰ τὴν παρακολουθήσασαν μεγίστην πτῶσιν, ὅμως διὰ τὸ πολλὰ αὐτοὺς ἠθληκέναι καὶ ἐπὶ πολὺ ἀντιμαχέσασθαι, οὐ γὰρ κατὰ προαίρεσιν εἰς τοῦτο ἐληλύθασιν, ἀλλὰ καταπροδοθέντες ὑπὸ τῆς ἀσθενείας τῆς σαρκός, ἐπειδὴ καὶ στίγματα τοῦ Ἰησοῦ ἐνδείκνυται ἐν τοῖς σώμασιν αὐτῶν καὶ ἤδη τρίτον τινὲς ἔτος ἔχουσι καταπενθοῦντες, προσεπιτιμηθῆναι αὐτοῖς ἀπὸ τῆς προσελεύσεως καθ᾿ ὑπόμνησιν ἄλλας τεσσαράκοντα ἡμέρας, ἃς καί περ νηστεύσας ὁ Κύριος καὶ Σωτὴρ ἡμῶν Ἰησοῦς Χριστὸς μετὰ τὸ βαπτισθῆναι, ἐπειράσθη ὑπὸ τοῦ διαβόλου.

ΚΑΝΟΝΕΣ ΑΓΙΟΥ ΓΡΗΓΟΡΙΟΥ ΝΥΣΣΗΣ

ΚΑΝΟΝΕΣ ΑΓΙΟΥ ΓΡΗΓΟΡΙΟΥ ΝΥΣΣΗΣ
ΚΑΝΟΝΕΣ ΑΓΙΟΥ ΓΡΗΓΟΡΙΟΥ ΝΥΣΣΗΣ
Κανὼν α´ τοῦ Γρηγορίου Νύσσης. Περὶ τοῦ ὀφείλειν τὸν πνευματικὸν ἰατρὸν διαγινώσκειν τὴν ἕδραν τοῦ πάθους.
Ἕν καὶ τοῦτο τῶν εἰς τὴν ἁγίαν ἑορτὴν συντελούντων ἐστί, τὸ κατανοῆσαι ἡμᾶς τὴν ἔννομόν τε καὶ κανονικὴν ἐπὶ τῶν πεπλημμεληκότων οἰκονομίαν, ὅπως ἂν θεραπευθείη πᾶν ἀρρώστημα ψυχικόν, τὸ διά τινος ἁμαρτίας ἐπιγινόμενον.

ΚΑΝΟΝΕΣ ΑΓΙΟΥ ΓΡΗΓΟΡΙΟΥ ΝΕΟΚΑΙΣΑΡΕΙΑΣ

ΚΑΝΟΝΕΣ ΑΓΙΟΥ ΓΡΗΓΟΡΙΟΥ ΝΕΟΚΑΙΣΣΑΡΕΙΑΣ
ΚΑΝΟΝΕΣ ΑΓΙΟΥ ΓΡΗΓΟΡΙΟΥ ΝΕΟΚΑΙΣΑΡΕΙΑΣ
Κανὼν α´ τοῦ Γρηγορίου Νεοκαισαρείας. Περὶ τῶν ἀναγκαστικῶς ἐσθιόντων εἰδωλόθυτα, καὶ περὶ τῆς βιαζομένης αἰχμαλώτου.
Οὐ τὰ βρώματα ἡμᾶς βαρεῖ, ἱερὲ πάπα, εἰ ἔφαγον οἱ αἰχμάλωτοι ταῦτα, ἅπερ παρετίθεσαν αὐτοῖς οἱ κρατοῦντες αὐτῶν· μάλιστα ἐπειδὴ εἷς λόγος παρὰ πάντων, τοὺς καταδραμόντας τὰ ἡμέτερα μέρη βαρβάρους, εἰδώλοις μὴ τεθυκέναι. Ὁ δὲ ἀπόστολός φησι· Τὰ βρώματα τῇ κοιλίᾳ, καὶ ἡ κοιλία τοῖς βρώμασιν, ὁ δὲ Θεὸς καὶ ταύτην καὶ ταῦτα καταργήσει. Ἀλλὰ καὶ ὁ Σωτήρ, ὁ πάντα καθαρίζων τὰ βρώματα·

ΚΑΝΟΝΕΣ ΜΕΓΑΛΟΥ ΒΑΣΙΛΕΙΟΥ

ΚΑΝΟΝΕΣ ΜΕΓΑΛΟΥ ΒΑΣΙΛΕΙΟΥ
ΚΑΝΟΝΕΣ ΑΓΙΟΥ ΒΑΣΙΛΕΙΟΥ ΤΟΥ ΜΕΓΑΛΟΥ, ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΚΑΙΣΑΡΕΙΑΣ
Κανὼν α´ τοῦ Μεγάλου Βασιλείου. Τίνες ἀναβαπτίζονται;
Τὸ μὲν οὖν περὶ τοὺς Καθαροὺς ζήτημα καὶ εἴρηται πρότερον καὶ καλῶς ἀπεμνημόνευσας, ὅτι δεῖ τῷ ἔθει τῷ καθ᾿ ἑκάστην χώραν ἕπεσθαι, διὰ τὸ διαφόρως ἐνδιενεχθῆναι περὶ τοῦ βαπτίσματος αὐτῶν τοὺς τότε περὶ τούτων διαλαβόντας.

ΚΑΝΟΝΕΣ ΑΓΙΟΥ ΙΩΑΝΝΟΥ ΤΟΥ ΧΡΥΣΟΣΤΟΜΟΥ

ΚΑΝΟΝΕΣ ΑΓΙΟΥ ΙΩΑΝΝΟΥ ΤΟΥ ΧΡΥΣΟΣΤΟΜΟΥ
Κεφάλαιον κανονικὸν τοῦ Ἁγίου Ἰωάννου τοῦ Χρυσοστόμου. Πῶς ἐπακτέον τὰ ἐπιτίμια τοῖς ἁμαρτάνουσι;
Οὐχ ἁπλῶς πρὸς τὸ τῶν ἁμαρτημάτων μέτρον δεῖ τὴν ἐπιτιμίαν ἐπάγειν, ἀλλὰ καὶ τῆς τῶν ἁμαρτανόντων στοχάζεσθαι προαιρέσεως, μή ποτε ῥάψαι τὸ διεῤῥωγὸς βουλόμενος, χεῖρον τὸ σχίσμα ποιήσῃς, καὶ ἀνορθῶσαι τὸ καταπεπτωκὸς σπουδάζων, μείζονα ἐργάσῃ τὴν πτῶσιν.

ΕΡΩΤΗΣΕΙΣ ΜΟΝΑΧΩΝ ΚΑΙ ΑΠΟΚΡΙΣΕΙΣ ΤΗΣ ΕΝ ΚΩΝΣΤΑΝΤΙΝΟΥΠΟΛΕΙ ΣΥΝΟΔΟΥ

ΕΡΩΤΗΣΕΙΣ ΜΟΝΑΧΩΝ ΤΙΝΩΝ ΕΞΩ ΤΗΣ ΠΟΛΕΩΣ ΑΣΚΟΥΜΕΝΩΝ ΚΑΙ ΑΠΟΚΡΙΣΕΙΣ ΤΗΣ ΕΝ ΚΩΝΣΤΑΝΤΙΝΟΥΠΟΛΕΙ ΑΓΙΑΣ ΣΥΝΟΔΟΥ ΕΠΙ ΤΟΥ ΠΑΤΡΙΑΡΧΟΥ ΝΙΚΟΛΑΟΥ (1086-1111)
Ἐρώτησις α´ εἰς Νικόλαον Κωνσταντινουπόλεως. Ὅτι ἀχειροτονήτος μοναχὸς ἀναγινώσκειν ἐπ᾿ ἄμβωνος κεκώλυται, οὐ μὴν καὶ εἰσιέναι εἰς τὸ θυσιαστήριον.