PAGES

ΚΑΝΟΝΕΣ ΑΓΙΟΥ ΙΩΑΝΝΟΥ ΤΟΥ ΧΡΥΣΟΣΤΟΜΟΥ

ΚΑΝΟΝΕΣ ΑΓΙΟΥ ΙΩΑΝΝΟΥ ΤΟΥ ΧΡΥΣΟΣΤΟΜΟΥ
Κεφάλαιον κανονικὸν τοῦ Ἁγίου Ἰωάννου τοῦ Χρυσοστόμου. Πῶς ἐπακτέον τὰ ἐπιτίμια τοῖς ἁμαρτάνουσι;
Οὐχ ἁπλῶς πρὸς τὸ τῶν ἁμαρτημάτων μέτρον δεῖ τὴν ἐπιτιμίαν ἐπάγειν, ἀλλὰ καὶ τῆς τῶν ἁμαρτανόντων στοχάζεσθαι προαιρέσεως, μή ποτε ῥάψαι τὸ διεῤῥωγὸς βουλόμενος, χεῖρον τὸ σχίσμα ποιήσῃς, καὶ ἀνορθῶσαι τὸ καταπεπτωκὸς σπουδάζων, μείζονα ἐργάσῃ τὴν πτῶσιν.
Οἱ γὰρ ἀσθενεῖς καὶ διακεχυμένοι καὶ τὸ πλέον τῇ τοῦ κόσμου δεδεμένοι τρυφῇ, ἔτι καὶ ἐπὶ γένει καὶ δυναστείᾳ μέγα φρονεῖν ἔχοντες, ἡρέμα μὲν καὶ κατὰ μικρὸν ἐν οἷς ἂν ἁμάρτωσιν ἐπιστρεφόμενοι, δύναιντ᾿ ἄν, εἰ καὶ μὴ τέλειον, ἀλλ᾿ οὖν ἐκ μέρους τῶν κατεχόντων αὐτοὺς ἀπαλλαγῆναι κακῶν. Ἐὰν δὲ ἀθρόον τις ἐπαναγάγῃ τὴν παίδευσιν, ἐκ τῆς ἐλάττονος αὐτοὺς ἀπεστέρησε διορθώσεως. Ψυχὴ γάρ, ἐπειδὰν ἀπερυθριάσαι βιασθῇ, εἰς ἀνελπιστίαν ἐκπίπτει καὶ οὔτε προσηνέσι λόγοις εἴκει λοιπόν, οὔτε ἀπειλῇ κάμπτεται, οὔτε εὐεργεσία προτρέπεται, ἀλλὰ γίνεται πολὺ χείρων τῆς πόλεως ἐκείνης, ἣν ὁ Προφήτης κακίζων, ἔλεγεν· Ὄψις πόρνης ἐγένετό σοι καὶ ἀπηναισχύντησας πρὸς πάντας. Διὰ τοῦτο πολλῆς δεῖται συνέσεως τῷ ποιμένι πρὸς τὸ περισκοπεῖν πάντοθεν τὴν τῆς ψυχῆς ἕξιν. Ὥσπερ γάρ εἰς ἀπόνοιαν αἴρονται πολλοὶ καὶ εἰς ἀπόγνωσιν τῆς ἑαυτῶν καταπίπτουσι σωτηρίας ἀπὸ τοῦ μὴ δυνηθῆναι πικρῶν ἀνασχέσθαι φαρμάκων, οὕτως εἰσί τινες, οἳ διὰ τὸ μὴ δοῦναι τιμωρίαν τῶν ἁμαρτημάτων ἀντίρροπον, εἰς ὀλιγωρίαν ἐκτρέπονται καὶ πολλῶν γίνονται χείρους καὶ πρὸς μεῖζον ἁμαρτάνειν παράγονται. Χρὴ τοίνυν μηδὲν τούτων ἀνεξέταστον ἀφεῖναι, ἀλλά, πάντα διερευνησάμενον ἀκριβῶς, καταλλήλως τὰς παρ᾿ ἑαυτοῦ προσάγειν τὸν ἱερώμενον, ἵνα μὴ ματαίως αὐτῷ γίνηται ἡ σπουδή.

Τοῦ Ἁγίου Ἰωάννου τοῦ Χρυσοστόμου, ἐκ τῆς ἑρμηνείας τῆς πρὸς τοὺς Ἐφεσίους ἐπιστολῆς. Περὶ τῆς θείας κοινωνίας.
Πολλοὺς ὁρῶ τοῦ σώματος τοῦ Χριστοῦ μετέχοντας ἁπλῶς καὶ ὡς ἔτυχε καὶ συνηθείᾳ καθαρᾷ ἑπόμενοι μετέχουσιν. Ἂν ἐπιστῇ, φησίν, ὁ τῆς ἁγίας Τεσσαρακοστῆς καὶ τοῦ Πάσχα καιρός, οἷος ἂν ᾖ τις, μετέχει τῶν μυστηρίων. Ἀλλ᾿ οὐ χρὴ ἑορτὰς ἐπιτηρεῖν, ἀλλὰ συνειδὸς καθαίρειν καὶ τότε μετέχειν, ὁ γὰρ ἀκάθαρτος καὶ ἀνάξιος οὐδὲ ἐν ἑορτῇ δίκαιος ἂν εἴη μετέχειν τῆς ἁγίας καὶ φρικωδεστάτης σαρκός. Ἐννόησον γάρ, ὅτι οἱ τῆς παλαιᾶς θυσίας μετέχοντες πολλὴν ἐκέκτηντο τὴν φειδῶ, προηγνίζοντό τε καὶ πάντοθεν ἐκαθαίροντο. Σὺ δὲ θυσίᾳ προσιών, ἣν καὶ ἄγγελοι φρίττουσι, καιρῶν περιόδοις τὸ πρᾶγμα περιορίζεις καὶ μιαραῖς χερσὶ καὶ χείλεσι κατατολμᾷς τοῦ σώματος καὶ αἵματος τοῦ Χριστοῦ; Καὶ βασιλέα μέν, οὐκ ἂν ἕλοιο καταφιλῆσαι, ὀδωδότος σου τοῦ στόματος, τὸν δὲ βασιλέα τοῦ οὐρανοῦ ψυχῇ καταφιλεῖς ὀδωδυίᾳ; ὕβρις τὸ πρᾶγμα ἐστίν. Οὐκοῦν εἰ τῆς μεταλήψεως οὐκ εἶ ἄξιος, οὐδέ τῆς εὐχῆς καὶ τῆς συστάσεως τῶν ἀξίων. Ἄκουσον γὰρ καὶ τοῦ Κυρίου λέγοντος· Οἱ ἐν μετανοίᾳ προσέλθετε, ὅσοι δὲ μὴ μετέχουσιν, οὐ ἐν μετανοίᾳ εἰσίν.

Τοῦ Ἁγίου Ἰωάννου τοῦ Χρυσοστόμου, ἐκ τῆς πρὸς Ἑβραίους. Περὶ τῆς θείας κοινωνίας.
Πολλοὶ τῆς θυσίας ταύτης ἅπαξ τοῦ ἐνιαυτοῦ μεταλαμβάνουσιν, ἕτεροι δίς, ἄλλοι πολλάκις· πρὸς οὓς ἅπαντας ἡμῖν ὁ λόγος ἐστίν. Οὐ πρὸς τοὺς ἐνταῦθα δὲ μόνον, ἀλλὰ καὶ πρὸς τοὺς ἐν τῇ ἐρήμῳ καθεζομένους· ἐκεῖνοι γὰρ ἅπαξ τοῦ ἐνιαυτοῦ τοῦτο ποιοῦσι. Τίνας οὖν χρὴ ἐπαινέσαι, τοὺς ἅπαξ, τοὺς πολλάκις ἢ τοὺς ὀλιγάκις; Οὔτε τοὺς ἅπαξ, οὔτε τοὺς πολλάκις, οὔτε τοὺς ὀλιγάκις, ἀλλὰ τοὺς μετὰ καθαροῦ συνειδότος, τοὺς μετὰ βίου ἀλήπτου. Οἱ τοιοῦτοι ἀεὶ προσίτωσαν, οἱ δὲ μὴ τοιοῦτοι μηδ᾿ ἅπαξ. Τί δήποτε; Ὅτι κρῖμα ἑαυτοῖς λαμβάνουσι καὶ κατάκριμα καὶ κόλασιν καὶ τιμωρίαν. Καὶ μὴ θαυμάσῃς· ὥσπερ γὰρ ἡ τροφή, φύσει οὖσα θρεπτική, ἐὰν εἰς κακόχυμον ἐμέσῃ, πάντα ἀπόλλυσι καὶ διαφθείρει καὶ γίνεται νόσου ἀφορμή οὕτω δὴ καὶ τὰ τῶν ἁγίων μυστήρια. Τραπέζης ἀπολαύεις πνεματικῆς, καὶ πάλιν φύρεις βορβόρῳ τὸ στόμα; Μύρῳ χρίεις, καὶ πάλιν δυσωδίας πληροῖς μετ᾿ ἐνιαυτὸν τῆς μεταλήψεως μετέχων; Τεσσαράκοντα ἡμέρας οἴει ἀρκεῖν σοι πρὸς καθαρισμὸν τῶν ἁμαρτημάτων παντὸς τοῦ χρόνου, καὶ πάλιν, ἑβδομάδος παρελθούσης, ἐκδίδως σαυτὸν τοῖς προτέροις; Εἰπὲ δή μοι, ἐάν ὑγιάνας, μετὰ τεσσαράκοντα ἡμέρας ἀπὸ νόσου μακρᾶς, πάλιν ἐκδίδως τοῖ νοσοποιοῖς σιτίοις, οὐχὶ καὶ τὸν πρότερον κόπον ἀπώλεσας καὶ ἑαυτὸν μειζόνως ἔβλαψας; Εἰ γὰρ τὰ φυσικὰ μεθίστανται, πολλῷ μᾶλλον τὰ τῆς προαιρέσεως. Ἡμέρας τεσσαράκοντα ἀπονέμεις τῇ ὑγείᾳ τῆς ψυχῆς, τάχα δὲ οὐ τεσσαράκοντα, καὶ προσδοκᾷς ἐξιλεώσασθαι τὸν Θεόν; Παίζεις; εἰπέ μοι. Οὐκοῦν διὰ τοῦτο καὶ ὁ διάκονος ἐπιφωνεῖ, λέγων· Τὰ ἅγια τοῖς ἁγίοις. Τουτέστιν, ὅς οὐκ ἔστιν ἅγιος, μὴ προσίτω· οὐχ ἀπλῶς φησιν, ἁμαρτημάτων καθαρός, ἀλλὰ ἅγιος.

Δεν υπάρχουν σχόλια: