PAGES

Εμφάνιση αναρτήσεων με ετικέτα ΑΓΙΟΓΡΑΦΙΚΑ ΧΩΡΙΑ. Εμφάνιση όλων των αναρτήσεων
Εμφάνιση αναρτήσεων με ετικέτα ΑΓΙΟΓΡΑΦΙΚΑ ΧΩΡΙΑ. Εμφάνιση όλων των αναρτήσεων

ΑΓΙΟΓΡΑΦΙΚΑ ΧΩΡΙΑ Α

ΑΓΙΟΓΡΑΦΙΚΑ ΧΩΡΙΑ Α
ΠΕΡΙ ΑΓΑΘΩΝ
Ησ-1,20-21 Καὶ ἐὰν θέλητε καὶ εἰσακουσετέ μου, τὰ ἀγαθὰ τῆς γῆς φάγεσθε· ἐὰν δὲ μὴ θέλητε, μηδὲ εἰσακούσητε μου, μάχαιρα ὑμᾶς κατέδεται· τὸ γὰρ στόμα Κυρίου ἐλάλησε ταῦτα.
Ματθ. 7,11 Εἰ οὗν ὑμεῖς, πονηροὶ ὄντες, οἴδατε δόματα ἀγαθὰ διδόναι τοῖς τέκνοις ὑμῶν, πόσῳ μᾶλλον ὁ πατὴρ ὑμῶν ὁ ἐν τοῖς οὐρανοῖς δώσει ἀγαθὰ τοῖς αἰτοῦσιν αὐτόν;

ΑΓΙΟΓΡΑΦΙΚΑ ΧΩΡΙΑ Β

ΑΓΙΟΓΡΑΦΙΚΑ ΧΩΡΙΑ Β
ΠΕΡΙ ΒΑΠΤΙΣΜΑΤΟΣ
Α Κορ. 12,13 καὶ γὰρ ἐν ἑνὶ Πνεύματι ἡμεῖς πάντες εἰς ἓν σῶμα ἐβαπτίσθημεν, εἴτε Ἰουδαῖοι εἴτε Ἕλληνες, εἴτε δοῦλοι εἴτε ἐλεύθεροι, καὶ πάντες εἰς ἓν Πνεῦμα ἐποτίσθημεν.
Α Κορ.15,29 Ἐπεὶ τί ποιήσουσιν οἱ βαπτιζόμενοι ὑπὲρ τῶν νεκρῶν, εἰ ὅλως νεκροὶ οὐκ ἐγείρονται; τί καὶ βαπτίζονται ὑπὲρ τῶν νεκρῶν;
Γαλ-3,27 Όσοι γάρ είς Χριστόν εβαπτίσθητε, Χριστόν ενεδύσασθε.

ΑΓΙΟΓΡΑΦΙΚΑ ΧΩΡΙΑ Γ

ΑΓΙΟΓΡΑΦΙΚΑ ΧΩΡΙΑ Γ
ΠΕΡΙ ΓΑΜΟΥ
Α Κορ. 7,3 Τη γυναικί ο ανήρ την οφειλομένην εύνοιαν αποδιδοτω, ομοίως δε και η γυνή τω ανδρί.
Α Κορ.7,4 Η γυνή του ιδίου σώματος ούκ εξουσιάζει, αλλ' ανήρ ομοίως δε και ο ανήρ του ιδίου σώματος ούκ εξουσιάζει αλλ' η γυνή.
Α Κορ-7,5 Μη αποστερείτε αλλήλους, ει μη τι αν εκ συμφώνου προς καιρόν ίνα σχολαζήτε τη νηστεία και τη προσευχή

ΑΓΙΟΓΡΑΦΙΚΑ ΧΩΡΙΑ Δ

ΑΓΙΟΓΡΑΦΙΚΑ ΧΩΡΙΑ Δ
ΠΕΡΙ ΔΑΚΡΥΩΝ
Β Κορ. 2,4 ἐκ γὰρ πολλῆς θλίψεως καὶ συνοχῆς καρδίας ἔγραψα ὑμῖν διὰ πολλῶν δακρύων, οὐχ ἵνα λυπηθῆτε, ἀλλὰ τὴν ἀγάπην ἵνα γνῶτε ἣν ἔχω περισσοτέρως εἰς ὑμᾶς.
Β Τιμ. 1,4 ἐπιποθῶν σε ἰδεῖν, μεμνημένος σου τῶν δακρύων, ἵνα χαρᾶς πληρωθῶ,
Θρ.Ιερ-3,48 Αφέσεις υδάτων καταστάξει ο οφθαλμός μου
Θρ.Ιερ-3,49 Ο οφθαλμός μου κατεπόθη, και ου σιγήσομαι του μη είναι έκνηψιν, εως ού διακύψη και ίδη Κύριος εξ ουρανού

ΑΓΙΟΓΡΑΦΙΚΑ ΧΩΡΙΑ Ε

ΑΓΙΟΓΡΑΦΙΚΑ ΧΩΡΙΑ Ε
ΕΓΚΑΤΑΛΕΙΨΗΣ ΘΕΟΥ
Β Κορ. 4,9 διωκόμενοι ἀλλ᾿ οὐκ ἐγκαταλειπόμενοι, καταβαλλόμενοι ἀλλ᾿ οὐκ ἀπολλύμενοι,
Εβρ. 13,5 Ἀφιλάργυρος ὁ τρόπος, ἀρκούμενοι τοῖς παροῦσιν· αὐτὸς γὰρ εἴρηκεν· οὐ μή σε ἀνῶ οὐδ᾿ οὐ μή σε ἐγκαταλίπω
Μαρκ. 15,34 καὶ τῇ ὥρᾳ τῇ ἐνάτῃ ἐβόησεν ὁ Ἰησοῦς φωνῇ μεγάλῃ λέγων· Ἐλωΐ Ἐλωΐ, λιμᾶ σαβαχθανί; ὅ ἐστι μεθερμηνευόμενον, ὁ Θεός μου ὁ Θεός μου, εἰς τί με ἐγκατέλιπες;

ΑΓΙΟΓΡΑΦΙΚΑ ΧΩΡΙΑ Ζ

ΑΓΙΟΓΡΑΦΙΚΑ ΧΩΡΙΑ Ζ
ΠΕΡΙ ΖΗΛΕΙΑΣ
Α Κορ. 3,3 ὅπου γὰρ ἐν ὑμῖν ζῆλος καὶ ἔρις καὶ διχοστασίαι, οὐχὶ σαρκικοί ἐστε καὶ κατὰ ἄνθρωπον περιπατεῖτε;
Α Κορ. 13,4 Ἡ ἀγάπη μακροθυμεῖ, χρηστεύεται, ἡ ἀγάπη οὐ ζηλοῖ, ἡ ἀγάπη οὐ περπερεύεται, οὐ φυσιοῦται,
Γεν. 30,1 Ἰδούσα δε Ραχήλ ότι ου τέτοκε τω Ιακώβ, και εζήλωσε Ραχήλ την αδελφήν αυτής και είπε τω Ιακώβ· δος μοι τέκνα· ει δε μη, τελευτήσω εγώ.

ΑΓΙΟΓΡΑΦΙΚΑ ΧΩΡΙΑ Η

ΑΓΙΟΓΡΑΦΙΚΑ ΧΩΡΙΑ Η
ΠΕΡΙ ΗΓΟΥΜΕΝΩΝ
Εβρ. 13,7 Μνημονεύετε τῶν ἡγουμένων ὑμῶν, οἵτινες ἐλάλησαν ὑμῖν τὸν λόγον τοῦ Θεοῦ, ὧν ἀναθεωροῦντες τὴν ἔκβασιν τῆς ἀναστροφῆς μιμεῖσθε τὴν πίστιν.
Εβρ. 13,17 Πείθεσθε τοῖς ἡγουμένοις ὑμῶν καὶ ὑπείκετε· αὐτοὶ γὰρ ἀγρυπνοῦσιν ὑπὲρ τῶν ψυχῶν ὑμῶν ὡς λόγον ἀποδώσοντες· ἵνα μετὰ χαρᾶς τοῦτο ποιῶσι καὶ μὴ στενάζοντες· ἀλυσιτελὲς γὰρ ὑμῖν τοῦτο.
Λουκ. 22,26 ὑμεῖς δὲ οὐχ οὕτως, ἀλλ᾿ ὁ μείζων ἐν ὑμῖν γινέσθω ὡς ὁ νεώτερος, καὶ ὁ ἡγούμενος ὡς ὁ διακονῶν.

ΑΓΙΟΓΡΑΦΙΚΑ ΧΩΡΙΑ Θ

ΑΓΙΟΓΡΑΦΙΚΑ ΧΩΡΙΑ Θ
ΠΕΡΙ ΘΑΝΑΤΟΥ ΚΑΙ ΚΕΚΟΙΜΗΜΕΝΩΝ
Α Θεσ-4,13-14 Ου θέλομεν δε υμάς αγνοείν, αδελφοί, περί των κεκοιμημένων, ίνα μη λυπήσθε καθώς και οι λοιποί οι μη έχοντες ελπίδα. Ει γάρ πιστεύομεν ότι Ιησούς απέθανε και ανέστη, ούτω και ο Θεός τους κοιμηθέντας διά του Ιησού άξει σύν αυτώ.
Α Κορ-15,20 Νύνι δε Χριστός εγήγερται εκ νεκρών, απαρχή των κεκοιμημένων εγένετο.

ΑΓΙΟΓΡΑΦΙΚΑ ΧΩΡΙΑ Ι

ΑΓΙΟΓΡΑΦΙΚΑ ΧΩΡΙΑ Ι
ΠΕΡΙ ΙΕΡΕΩΝ ΚΑΙ ΛΕΙΤΟΥΡΓΩΝ ΤΟΥ ΥΨΙΣΤΟΥ
Α Κορ-4,1 Ούτως ημάς λογίζεσθω άνθρωπος, ως υπηρέτας Χριστού και οικονόμους μυστηρίων Θεού.
Α Κορ-9,7 τις στρατεύεται ιδίοις οψωνίοις ποτέ; τις φυτεύει αμπελώνα και εκ του καρπού αυτού ουκ εσθίει; ἢ τις ποιμαίνει ποίμνην και εκ του γάλακτος της ποίμνης ουκ εσθίει;
Α Κορ-9,13-14 Ούκ οίδατε ότι οι τα ιερά εργαζόμενοι εκ του ιερού εσθίουσιν, οι τώ θυσιαστηρίω προσεδρεύοντες τώ θυσιαστηρίω συμμερίζονται; Ούτω και ο Κύριος διέταξε τοίς το ευαγγέλιον καταγγέλουσιν εκ του ευαγγελίου ζήν.

ΑΓΙΟΓΡΑΦΙΚΑ ΧΩΡΙΑ Κ

ΑΓΙΟΓΡΑΦΙΚΑ ΧΩΡΙΑ Κ
ΠΕΡΙ ΚΑΙΡΙΚΩΝ ΦΑΙΝΟΜΕΝΩΝ & ΘΕΟΜΗΝΙΩΝ (ΛΟΙΜΩΝ,ΣΕΙΣΜΩΝ, ΚΑΤΑΠΟΝΤΙΣΜΩΝ)
Αποκ. 11,13 Καὶ ἐν ἐκείνῃ τῇ ἡμέρᾳ ἐγένετο σεισμὸς μέγας, καὶ τὸ δέκατον τῆς πόλεως ἔπεσε, καὶ ἀπεκτάνθησαν ἐν τῷ σεισμῷ ὀνόματα ἀνθρώπων χιλιάδες ἑπτά, καὶ οἱ λοιποὶ ἔμφοβοι ἐγένοντο καὶ ἔδωκαν δόξαν τῷ Θεῷ τοῦ οὐρανοῦ.

ΑΓΙΟΓΡΑΦΙΚΑ ΧΩΡΙΑ Λ

ΑΓΙΟΓΡΑΦΙΚΑ ΧΩΡΙΑ Λ
ΠΕΡΙ ΛΟΓΙΣΜΩΝ
Β Πετρ-2,19 Ω τις ήττηται, τούτω και δεδούλωται.
Β Κορ-3,5 Ουχ ότι ικανοί έσμεν αφ' εαυτών λογίσασθαί τι ως εξ εαυτών, αλλ' η ικανότης ημών εκ του Θεού
Β Κορ-7,1 Ταύτας ούν έχοντες τάς επαγγελίας, αγαπητοί, καθαρίσωμεν εαυτούς από παντός μολυσμού σαρκός και πνεύματος, επιτελούντες αγιοσύνην εν φόβω Θεού.
Β Κορ-10,5 Λογισμούς καθαιρούντες και πάν ύψωμα επαιρόμενον κατά της γνώσεως του Θεού.

ΑΓΙΟΓΡΑΦΙΚΑ ΧΩΡΙΑ Μ

ΑΓΙΟΓΡΑΦΙΚΑ ΧΩΡΙΑ Μ
ΠΕΡΙ ΜΑΓΕΙΑΣ, ΜΑΝΤΕΙΑΣ, ΦΑΡΜΑΚΕΙΑΣ Κ.Τ.Λ.
Δαν-2,27 Και απεκρίθη Δανιήλ ενώπιον του βασιλέως και είπε· Το μυστήριον, ό επερωτά, ού έστι σοφών, μάγων, επαοιδών, γαζαρινών αναγγείλαι τω βασιλεί.
Δευτ-18,10 Ουχ ευρεθήσεται εν σοί περικαθαίρων τον υιόν αυτού ή την θυγατέρα αυτού εν πυρί, μαντευόμενος μαντείαν, κληδονιζόμενος και οιωνιζόμενος,

ΑΓΙΟΓΡΑΦΙΚΑ ΧΩΡΙΑ Ν

ΑΓΙΟΓΡΑΦΙΚΑ ΧΩΡΙΑ Ν
ΠΕΡΙ ΝΕΚΡΩΝ
Α Θεσ. 4,16 ὅτι αὐτὸς ὁ Κύριος ἐν κελεύσματι, ἐν φωνῇ ἀρχαγγέλου καὶ ἐν σάλπιγγι Θεοῦ καταβήσεται ἀπ᾿ οὐρανοῦ, καὶ οἱ νεκροὶ ἐν Χριστῷ ἀναστήσονται πρῶτον,
Α Κορ.15,12-21 Εἰ δὲ Χριστὸς κηρύσσεται ὅτι ἐκ νεκρῶν ἐγήγερται, πῶς λέγουσί τινες ἐν ὑμῖν ὅτι ἀνάστασις νεκρῶν οὐκ ἔστιν; εἰ δὲ ἀνάστασις νεκρῶν οὐκ ἔστιν, οὐδὲ Χριστὸς ἐγήγερται· εὑρισκόμεθα δὲ καὶ ψευδομάρτυρες τοῦ Θεοῦ ὅτι ἐμαρτυρήσαμεν κατὰ τοῦ Θεοῦ ὅτι ἤγειρε τὸν Χριστόν, ὃν οὐκ ἤγειρεν, εἴπερ ἄρα νεκροὶ οὐκ ἐγείρονται· εἰ γὰρ νεκροὶ οὐκ ἐγείρονται, οὐδὲ Χριστὸς ἐγήγερται. εἰ δὲ Χριστὸς οὐκ ἐγήγερται, ματαία ἡ πίστις ὑμῶν· ἔτι ἐστὲ ἐν ταῖς ἁμαρτίαις ὑμῶν. ἄρα καὶ οἱ κοιμηθέντες ἐν Χριστῷ ἀπώλοντο. εἰ ἐν τῇ ζωῇ ταύτῃ ἠλπικότες ἐσμὲν ἐν Χριστῷ μόνον, ἐλεεινότεροι πάντων ἀνθρώπων ἐσμέν. Νυνὶ δὲ Χριστὸς ἐγήγερται ἐκ νεκρῶν, ἀπαρχὴ τῶν κεκοιμημένων ἐγένετο. ἐπειδὴ γὰρ δι᾿ ἀνθρώπου ὁ θάνατος, καὶ δι᾿ ἀνθρώπου ἀνάστασις νεκρῶν.

ΑΓΙΟΓΡΑΦΙΚΑ ΧΩΡΙΑ Ο

ΑΓΙΟΓΡΑΦΙΚΑ ΧΩΡΙΑ Ο
ΠΕΡΙ ΟΔΗΓΟΥΜΕΝΩΝ ΑΠΟ ΤΟΝ ΚΥΡΙΟΝ
Ψαλμ. 5,9 Κύριε, ὁδήγησόν με ἐν τῇ δικαιοσύνῃ σου ἕνεκα τῶν ἐχθρῶν μου, κατεύθυνον ἐνώπιόν σου τὴν ὁδόν μου.
Ψαλμ. 24,4 Τὰς ὁδούς σου, Κύριε, γνώρισόν μοι, καὶ τὰς τρίβους σου δίδαξόν με.
Ψαλμ. 24,5 Ὁδήγησόν με ἐπὶ τὴν ἀλήθειάν σου καὶ δίδαξόν με, ὅτι σὺ εἶ ὁ Θεὸς ὁ σωτήρ μου, καὶ σὲ ὑπέμεινα ὅλην τὴν ἡμέραν.

ΑΓΙΟΓΡΑΦΙΚΑ ΧΩΡΙΑ Π

ΑΓΙΟΓΡΑΦΙΚΑ ΧΩΡΙΑ Π
ΠΕΡΙ ΠΑΓΙΔΩΝ
Α Τιμ. 3,7 δεῖ δὲ αὐτόν καὶ μαρτυρίαν καλὴν ἔχειν ἀπὸ τῶν ἔξωθεν, ἵνα μὴ εἰς ὀνειδισμὸν ἐμπέσῃ καὶ παγίδα τοῦ διαβόλου.
Α Τιμ. 6,9 οἱ δὲ βουλόμενοι πλουτεῖν ἐμπίπτουσιν εἰς πειρασμὸν καὶ παγίδα καὶ ἐπιθυμίας πολλὰς ἀνοήτους καὶ βλαβεράς, αἵτινες βυθίζουσι τοὺς ἀνθρώπους εἰς ὄλεθρον καὶ ἀπώλειαν.

ΑΓΙΟΓΡΑΦΙΚΑ ΧΩΡΙΑ Σ

ΑΓΙΟΓΡΑΦΙΚΑ ΧΩΡΙΑ Σ
ΠΕΡΙ ΣΑΡΚΙΚΩΝ ΑΝΘΡΩΠΩΝ
Α Κορ.15,50 Τούτο δε φημι, αδελφοί, ότι σάρξ και αίμα βασιλείαν Θεού κληρονομήσαι ού δύναται, ουδέ η φθορά την αφθαρσία κληρονομεί.
Α Πετρ-2,11 Αγαπητοί, παρακαλώ ως παροίκους και παρεπιδήμους, απέχεσθε των σαρκικών επιθυμιών, αίτινες στρατεύονται κατά της ψυχής
Β Πετρ-2,12 Ούτοι δε, ως άλογα ζώα φυσικά γεγενημένα είς άλωσιν και φθοράν, εν οίς αγνοούσι βλασφημούντες, εν τη φθορά αυτών καταφθαρήσονται,

ΑΓΙΟΓΡΑΦΙΚΑ ΧΩΡΙΑ Τ

ΑΓΙΟΓΡΑΦΙΚΑ ΧΩΡΙΑ Τ
ΠΕΡΙ ΤΑΞΙΜΑΤΩΝ
Ἀριθ. 30,3 Ἄνθρωπος άνθρωπος, ός αν εύξηται ευχήν Κυρίω ή ομόση όρκον ή ορίσηται ορισμώ περί της ψυχής αυτού, ού βεβηλώσει το ρήμα αυτού . πάντα όσα αν εξέλθη εκ του στόματος αυτού, ποιήσει
Ἀριθ. 30,4-5 Ἐὰν δὲ εύξηται γυνή ευχήν Κυρίω ή ορίσηται ορισμόν εν τω οίκω του πατρός αυτής εν τη νεότητι αυτής και ακούση ο πατήρ αυτής τας ευχάς αυτής και τους ορισμούς αυτής, ους ωρίσατο κατά της ψυχής αυτής, και παρασιωπήση αυτής ο πατήρ, και στήσονται πάσαι αι ευχαί αυτής, και πάντες οι ορισμοί, ους ωρίσατο κατά της ψυχής αυτής, μενούσιν αυτη.

ΑΓΙΟΓΡΑΦΙΚΑ ΧΩΡΙΑ Υ

ΑΓΙΟΓΡΑΦΙΚΑ ΧΩΡΙΑ Υ
ΠΕΡΙ ΥΒΡΕΩΣ ΚΑΙ ΥΒΡΙΣΤΩΝ
Α Θεσ. 2,2 ἀλλὰ προπαθόντες καὶ ὑβρισθέντες, καθὼς οἴδατε, ἐν Φιλίπποις, ἐπαῤῥησιασάμεθα ἐν τῷ Θεῷ ἡμῶν λαλῆσαι πρὸς ὑμᾶς τὸ εὐαγγέλιον τοῦ Θεοῦ ἐν πολλῷ ἀγῶνι.
Α Τιμ. 1,13 τὸν πρότερον ὄντα βλάσφημον καὶ διώκτην καί ὑβριστήν· ἀλλ᾿ ἠλεήθην, ὅτι ἀγνοῶν ἐποίησα ἐν ἀπιστίᾳ,

ΑΓΙΟΓΡΑΦΙΚΑ ΧΩΡΙΑ Φ

ΑΓΙΟΓΡΑΦΙΚΑ ΧΩΡΙΑ Φ
ΠΕΡΙ ΦΙΛΑΡΓΥΡΙΑΣ
Α Τιμ-6,9 Οι δε βουλόμενοι πλουτείν εμπίπτουσιν είς πειρασμόν και παγίδα και επιθυμίας πολλάς ανοήτους και βλαβεράς, αίτινες βυβίζουσι τους ανθρώπους είς όλεθρον και απώλειαν.
Α Τιμ-6,10 Ρίζα γάρ πάντων των κακών εστιν η φιλαργυρία., ής τινες ορεγόμενοι απεπλανήθησαν από της πίστεως και εαυτούς περιέπειραν οδύναις πολλαίς.

ΑΓΙΟΓΡΑΦΙΚΑ ΧΩΡΙΑ Χ

ΑΓΙΟΓΡΑΦΙΚΑ ΧΩΡΙΑ Χ,
ΠΕΡΙ ΧΑΙΡΕΚΑΚΙΑΣ
Ἰεζ, 25,3-5 Τάδε λέγει Κύριος· ανθ’ ὧν επεχάρητε επί τα άγιά μου, ότι εβεβηλώθη, και επί την γην του Ισραήλ, ότι ηφανίσθη, και επί τον οίκον του Ιούδα, ότι επορεύθησαν εν αιχμαλωσία, δια τούτο ιδού εγώ παραδίδωμι υμάς τοις υιοίς Κεδέμ εις κληρονομίαν, και κατασκηνώσουσιν εν τη απαρτία αυτών εν σοί και δώσουσιν εν σοί τα σκηνώματα αυτών· αυτοί φάγονται τους καρπούς σου, και αυτοί πίονται την πιότητά σου, και δώσω την πόλιν του Αμμών εις νομάς καμήλων και τους υιούς Αμμών εις νομήν προβάτων· και επιγνώσεσθε διότι εγώ Κύριος.