PAGES

ΕΡΩΤΗΣΕΙΣ ΜΟΝΑΧΩΝ ΚΑΙ ΑΠΟΚΡΙΣΕΙΣ ΤΗΣ ΕΝ ΚΩΝΣΤΑΝΤΙΝΟΥΠΟΛΕΙ ΣΥΝΟΔΟΥ

ΕΡΩΤΗΣΕΙΣ ΜΟΝΑΧΩΝ ΤΙΝΩΝ ΕΞΩ ΤΗΣ ΠΟΛΕΩΣ ΑΣΚΟΥΜΕΝΩΝ ΚΑΙ ΑΠΟΚΡΙΣΕΙΣ ΤΗΣ ΕΝ ΚΩΝΣΤΑΝΤΙΝΟΥΠΟΛΕΙ ΑΓΙΑΣ ΣΥΝΟΔΟΥ ΕΠΙ ΤΟΥ ΠΑΤΡΙΑΡΧΟΥ ΝΙΚΟΛΑΟΥ (1086-1111)
Ἐρώτησις α´ εἰς Νικόλαον Κωνσταντινουπόλεως. Ὅτι ἀχειροτονήτος μοναχὸς ἀναγινώσκειν ἐπ᾿ ἄμβωνος κεκώλυται, οὐ μὴν καὶ εἰσιέναι εἰς τὸ θυσιαστήριον.
Ἐρώτησις. Εἰ χρὴ μοναχὸν εἰσιέναι εἰς τὸ ἅγιον θυσιαστήριον, κωλύει γὰρ τοῦτο ὁ λγ´ κανὼν τῆς ἐν τῷ Τρούλλῳ ἁγίας συνόδου, ὅς καὶ οὐ παραχωρεῖ ἐπὶ ἄμβωνος ψάλλειν ἢ ἀναγινώσκειν ἀσφράγιστόν τινα ἢ μοναχόν· ὁμοίως καὶ ὁ τῆς ἐν Λαοδικίᾳ κανὼν ιε´ καὶ ὁ κα´ καὶ ὁ τῆς ἐν Νικαίᾳ τὸ δεύτερον κανὼν ιδ´. Ἀπόκρισις. Τὸ μὲν δίχα χειροθεσίας ἐπὶ ἄμβωνος ὡς ἀναγνώστην ποιῆσαι τὸν μοναχὸν τὰς τοῦ ἀναγνώστου ὑπηρεσίας, κεκώλυται τὸ δὲ εἰς θυσιαστήριον εἰσιέναι, χάριν ὑφάψεως κηρίου ἢ κανδήλας, τὸν μηδενὶ ἐγκλήματι γενόμενον ἔνοχον, οὐκ οἶμαι δεῖν κωλυθῆναι, διὰ τὴν τοῦ μοναχικοῦ σχήματος σεμνότητα.


Ἐρώτησις β´ εἰς Νικόλαον Κωνσταντινουπόλεως. Εἰ κλίνομεν γόνυ ἐν σαββάτῳ.
Ἐρώτησις. Εἰ χρὴ μὴ κλίνειν ἐν σαββάτῳ γόνυ, ὥσπερ οὐδὲ ἐν Κυριακῇ, ἢ Πεντηκοστῇ. Ἀπόκρισις. Ἀπὸ τοῦ κανόνος μὲν οὐ κεκώλυται· οἱ πολλοὶ δὲ διὰ τὸ μὴ ἐπακολουθεῖν ἐν σαββάτῳ νηστείαν, οὐδὲ γόνυ κλίνουσιν.

Ἐρώτησις γ´ εἰς Νικόλαον Κωνσταντινουπόλεως. Εἰ χρὴ τὴν ἐν τῷ Αὐγούστῳ νηστείαν.
Ἐρώτησις. Εἰ χρὴ τὴν ἐν τῷ Αὐγούστῳ νηστείαν ἐπιτελεῖν. Ἀπόκρισις. Ἦν ἡ νηστεία πρότερον ἐν τῷ καιρῷ τούτω· μετετέθη δὲ διὰ τὸ μὴ περιπίπτειν ταῖς κατὰ τὸν καιρὸν τοῦτον γινομέναις ἐθνικαῖς νηστείας. Πλὴν καὶ ἔτι πολλοὶ τῶν ἀνθρώπων ταύτην τὴν νηστείαν νηστεύουσιν.

Ἐρώτησις δ´ εἰς Νικόλαον Κωνσταντινουπόλεως. Εἰ δεῖ τὸν δαιμονιζόμενον μεταλαμβάνειν.
Ἐρώτησις. Εἰ δεῖ τὸν δαιμονιζόμενον μεταλαμβάνειν τῶν ἁγιασμάτων· ὁ μὲν γὰρ ἅγιος Τιμόθεος, εἰς τὰς πρὸς αὐτὸν ἐρωτήσεις εἶπεν ἄλλως, καὶ οἱ ἅγιοι Ἀπόστολοι ἄλλως, καὶ οἱ μεταγενέστεροι ἄλλως. Ἀπόκρισις. Εἰ ἀπὸ μέλανος ἐνοχλεῖται χυμοῦ τις, ὡς δαιμονᾷν δοκεῖν, οὐ κωλυθήσεται· εἰ δὲ τῇ ἀληθείᾳ δαιμονῶν ἐστιν, ἥκιστα τῶν ἁγιασμάτων ἀξιωθήσεται, ὅτι οὐδὲ κοινωνία φωτὶ πρὸς σκότος.

Ἐρώτησις ε´ εἰς Νικόλαον Κωνσταντινουπόλεως. Περὶ κλασμάτων τῆς ὑψωθείσης προσφορᾶς.
Ἐρώτησις. Εἰ δεῖ τὰ προσφερόμενα ἐν τῇ ἐκκλησίᾳ, οἷον προσφορὰς καὶ νάματα, ἀδιαφόρως ἐσθίειν τὸν ἱερέα, καὶ ὡς βούλεται καὶ εἰ ὡς ἅρτον κοινὸν ὀφείλει ταῦτα ἐσθίειν· καὶ εἰ πολλὰ τοιαῦτα συναχθείη, τί δεῖ ταῦτα ποιεῖν; Ἀπόκρισις. Τὰ μὲν τῆς ὑψωθείσης κλάσματα οὐχί· ἀλλ᾿ ἐν τῇ ἐκκλησίᾳ μόνη ἐσθίειν, ἔς τ᾿ ἂν ἅπαντα δαπανήσωσι· τὰ δὲ περιττὰ τῶν ἄλλων μὴ μετὰ γάλακτος, καὶ τυροῦ, καὶ ὠῶν, καὶ ἰχθύων, ἀλλ᾿ ἀποτεταγμένως, καὶ ἰδιαζόντως.

Ἐρώτησις στ´ εἰς Νικόλαον Κωνσταντινουπόλεως. Πότε ἀποχωρεῖ μοναχὸς τῆς ἰδίας μονῆς;
Ἐρώτησις. Εἰ ὁπουδήποτε ἀποκαρεὶς μοναχός τις βλάπτεται κατά τι συμβὰν ψυχικῶς, καὶ βουλόμενος ὑποχωρῆσαι δεσμηθῇ παρὰ τοῦ οἰκείου προεστῶτος, τί ποιήσει; τῆς βλάβης καταφρονήσει, ἢ τοῦ δεσμοῦ; Ἀπόκρισις. Χρὴ τοῦτον λέγειν τῷ προεστῶτι δι᾿ ὃ βλάπτεται· καὶ εἰ ἔστι προφανὴς κίνδυνος ἐκ τούτου, ὑποχωρεῖν ἐκεῖθεν, καὶ μὴ τοῦ δεσμοῦ φροντίζειν.

Ἐρώτησις ζ´ εἰς Νικόλαον Πατριάρχην Κωνσταντινουπόλεως. Ὁ ἄλογος δεσμὸς οὐκ ἰσχύει κατὰ τοῦ δεσμηθέντος μοναχοῦ.
Ἐρώτησις. Ἡγούμενος τελευτῶν, κατέλιπεν ἕτερον ἀνθ᾿ ἑαυτοῦ, δεσμήσας αὐτὸν μὴ ὑποχωρῆσαι· ἀλλ᾿ ὁ τοιοῦτος καταγνοὺς ἑαυτοῦ ἀσθένειαν, ὑπεχώρησε, Τί γοῦν χρὴ ποιῆσαι περὶ τοῦ δεσμοῦ; Ἀπόκρισις. Ἄλογος ὁ δεσμός, καὶ διὰ τοῦτο ἀνίσχυρος, καὶ ὁ δεσμευθεὶς ἀπολυθήσεται ἀρχιερεῖ προσελθών, καὶ τὰ καθ᾿ ἑαυτὸν ἀπαγγείλας.

Ἐρώτησις η´ εἰς Νικόλαον Κωνσταντινουπόλεως. Ὁ καθαιρεθεὶς ἤ τὴν ἱερωσύνην ἑκουσίως ἐγκαταλείψας ἱερεὺς οὺ πράττει τὰ ἱερέων.
Ἐρώτησις. Εἰ χρὴ τὸν ἐπὶ ἐγκλήματι καθαιρεθέντα ἱερέα, ἢ ἑκουσίως τὴν ἱερωσύνην καταλείψαντα, καταγνόντα ἑαυτοῦ, προλέγειν, τό, Εὐλογητὸς ὁ Θεός, καὶ τό, ὁ Θεὸς οἰκτειρήσαι ἡμᾶς, καὶ τό, Χριστὸς ὁ ἀληθινός, ἢ θυμιᾷν μετὰ θυμιατοῦ, ἢ μεταλαμβάνειν ἔνδον τοῦ θυσιαστηρίου; Ἀπόκρισις. Οὐχί εἰς γὰρ τὸν τῶν λαϊκῶν τόπον ταχθήσεται.

Ἐρώτησις θ´ εἰς Νικόλαον Κωνσταντινουπόλεως. Τὸ ἀπ᾿ εὐλογίας γενέσθαι τί ἐστι;
Ἐρώτησις. Ὅπερ λέγει ὁ ἅγιος Βασίλειος ἐν τοῖς μικροῖς ἐπιτιμίοις· Ἔστω ἀπὸ εὐλογίας κατὰ τὴν ἀναλογίαν τοῦ σφάλματος, τί ἐστιν; Ἀπόκρισις. Τὸ ἀποστερηθῆναί τινα τῆς διδομένης εὐλογίας ἐν τῇ ἐκκλησίᾳ.

Ἐρώτησις ι´ εἰς Νικόλαον Κωνσταντινουπόλεως. Περὶ τῶν ἀπὸ τῆς ἁγίας δωρεᾶς κεκωλυμένων, ὅτι καὶ τῶν ὑψουμένων κωλύονται.
Ἐρώτησις. Τοὺς κεκωλυμένους ἀπὸ τῆς ἁγίας δωρεᾶς, εἰ χρὴ ἐσθίειν ὑψωμένας προσφορᾶς: Ἀπόκρισις. Εὑρίσκομεν ἐν τῷ βίῳ τοῦ ἁγίου Θεοδώρου τοῦ Συκεώτου τοὺς τοιούτους κεκωλυμένους.

Ἐρώτησις ια´ εἰς Νικόλαον Κωνσταντινουπόλεως. Περὶ τοῦ Κανονικοῦ τοῦ Νηστευτοῦ.
Ἐρώτησις. Εἰ χρὴ κατὰ τὸ Κανονικὸν τοῦ Νηστευτοῦ κανονίζειν τινάς; Ἀπόκρισις. Τὸ τοιοῦτον Κανονικὸν πολλῇ συγκαταβάσει χρησάμενον πολλοὺς ἀπώλεσε διὸ οἱ ἐν γνώσει τοῦ καλοῦ ὄντες, καὶ ἐκ τούτου σφαλλόμενοι, ἐπανορθωθήσονται.

Δεν υπάρχουν σχόλια: