PAGES

Παρασκευή 16 Ιουνίου 2000

ΠΕΡΙ ΙΔΙΩΜΑΤΩΝ ΤΟΥ ΘΕΟΥ (τῶν καταφατικῶν)

ΠΕΡΙ ΙΔΙΩΜΑΤΩΝ τοῦ ΘΕΟΥ (τῶν καταφατικῶν)
Ἀγ.Νεκταρίου. Περὶ τῶν καταφατικῶν τοῦ Θεοῦ ἰδιωμάτων κατὰ τὰς ἁγίας Γραφὰς. Ὀρθόδοξος Ἱερὰ Κατήχησις 46
α)  Περὶ τοῦ αὐθυπάρκτου· ὅτι ἐστὶν ἡ πηγὴ τῆς ζωῆς (Ἰω. δ΄ 14). Ὀρθόδοξος Ἱερὰ Κατήχησις 46
β) Περὶ τοῦ αὐτοτελοῦς· ὅτι ἡ βασιλεία αὐτοῦ βασιλεία πάντων τῶν αἰώνων καὶ ἡ δεσποτεία αὐτοῦ ἐν πάσῃ γενεᾷ καὶ γενεᾷ (Ψαλ. ρμδ΄ 13). Ὀρθόδοξος Ἱερὰ Κατήχησις 47

γ) Περὶ τοῦ αὐτάρκτους· ὅτι ἐν αὐτῷ καὶ δι’ αὐτοῦ καὶ εἰς αὐτὸν τὰ πάντα (Κολοσς. α΄ 17, 18). Ὀρθόδοξος Ἱερὰ Κατήχησις 47
δ) Περὶ τῆς μακαριότητος· ὅτι ἐστὶ μακάριος· ὁ ἀπόστολος Παῦλος λέγει· «κατὰ τὸ εὐαγγέλιον τῆς δόξης τοῦ μακαρίου Θεοῦ, ὃ ἐπιστεύθην ἐγὼ» (Α΄ πρὸς Τιμ. α΄ 11)· καὶ αὔθις· «τηρῆσαί σε τὴν ἐντολὴν ἄσπιλον, ἀνεπίληπτον, μέχρι τῆς ἐπιφανείας τοῦ Κυρίιου ἡμῶν Ἰησοῦ Χριστοῦ, ἣν καιροῖς ἰδίοις δείξει ὁ μακάριος καὶ μόνος δυνάστης, ὁ βασιλεὺς τῶν βασιλευόντων καὶ κύριος τῶν κυριευόντων,  ὁ μόνος ἔχων ἀθανασίαν, φῶς οἰκῶν ἀπρόσιτον» (Α΄ Τιμ. στ΄ 15-16). Ὀρθόδοξος Ἱερὰ Κατήχησις 47
ε)  Περὶ τοῦ ἑνιαίου καὶ ἁπλοῦ· ὅτι εἲς ἐστι Θεὸς καὶ πλὴν αὐτοῦ οὐκ ἔστιν ἄλλος (Δευτ. κεφ. ε΄). Ὀρθόδοξος Ἱερὰ Κατήχησις 47
στ)  Περὶ τῆς σοφίας· ὅτι ὁ Θεὸς πάντα ἐν σοφίᾳ ἐποιησεν (Ψαλ. 103), ὅτι τῆς συνέσεως αὐτοῦ οὐκ ἔστιν ἀριθμὸς (Ψαλ. 146), ὅτι τὸ βάθος τοῦ πλούτου τῆς σοφίας καὶ τῆς γνώσεως αὐτοῦ ἐστιν ἄπειρον (Ρωμ. 11,33), καὶ ὅτι ἔστι μόνος σοφός· «Τῷ δὲ βασιλεῖ τῶν αἰώνων ἀφθάρτῳ ἀοράτῳ μόνῳ σοφῷ Θεῷ, τιμὴ καὶ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων» (Α΄Τιμ.1,17). Ὀρθ. Ἱερὰ Κατήχησις 47
ζ)  Περὶ τῆς παγγνωσίας τοῦ Θεοῦ· ὅτι ὁ Θεὸς ἐστι μείζων τῶν καρδιῶν ἡμῶν καὶ γινώσκων τὰ πάντα (Ἰωάν. Α΄ γ΄ 10), ὅτι ὁ Θεός ἐστι γνώσεων Κύριος (Α΄ Βασιλ. β΄ 3), ὅτι ὁ Θεὸς ἐξετάζει καρδίας καὶ νεφροὺς (Ψαλ. ζ΄), ὅτι ἐστὶ κριτὴς τῶν ἐννοιῶν καὶ τῆς καρδίας (Ἑβρ. δ΄ 12), ὅτι γινώσκει πάντα τὰ ἔσχατα καὶ τὰ ἀρχαῖα (Ψαλ. ρλη΄), καὶ ὅτι οὐκ ἔστι κρίσις ἀφανὴς ἐνώπιον αὐτοῦ, πάντα δὲ γυμνὰ καὶ τετραχηλισμένα τοῖς ὀφθαλμοῖς αὐτοῦ (Ἑβρ. δ΄ 13). Ὀρθόδοξος Ἱερὰ Κατήχησις 47
η)  Περὶ τῆς προγνώσεως τοῦ Θεοῦ· ὅτι ὁ Θεὸς προγινώσκει τὰ μέλλοντα ὡς τὰ ἀρχαῖα, «ὅτι γινώσκει πάντα τὰ ἔσχατα καὶ τὰ ἀρχαῖα (Ψαλ. ρλη΄), καὶ ὅτι καλεῖ καὶ προορίζει οὓς προγινώσκει· «οὓς προέγνω, καὶ προώρισε συμμόρφους τῆς εἰκόνος τοῦ υἱοῦ αὐτοῦ κ.λ.π.» (Ρωμ. η΄ 29-30). Ὀρθόδοξος Ἱερὰ Κατήχησις 47
θ)  Περὶ τῆς παντοδυναμίας ἢ τῆς ἀπολύτου ἐλευθερίας καὶ τῆς ἀπολύτου ἐνεργείας τῆς βουλήσεως τοῦ Θεοῦ· ὅτι «ὁ Θεὸς ἡμῶν ἐν τῷ οὐραν«καὶ ἐν τῇ γῇ πάντα ὅσα ἠθέλησεν ἐποίησε» (Ψαλ. ριγ΄ καῖ ἐν Ψαλ. ρλδ΄)· πάντα γὰρ δύναται· ἀδυνατεῖ δὲ αὐτῷ οὐδὲν (Ἰὼβ κβ΄). Ἴδε καὶ Λουκᾶ α΄ 38 καὶ ιη΄ 27. Ὀρθόδοξος Ἱερὰ Κατήχησις 47
ι)  Περὶ τῆς ἀγαθότητος τοῦ Θεοῦ· ὅτι οὐδεὶς ἀγαθὸς εἰμὶ εἷς, ὁ Θεὸς. (Λουκ. ιη΄ 19), καὶ ὅτι οἰκτίρμων ἐστὶ καὶ σώζειν δυνάμενος, καὶ ὅτι οἱ οἰκτιρμοὶ αὐτοῦ ἐπὶ πάντα τὰ ἔργα αὐτοῦ (Ψαλ. ρμδ΄), καὶ ὅτι ἀνατέλλει ἐπὶ πονηροὺς καὶ ἀγαθοὺς καὶ βρέχει ἐπὶ δικαίους καὶ ἀδίκους (Ματθ. ε΄ 45). Ὀρθόδοξος Ἱερὰ Κατήχησις 47
ια)  Περὶ τῆς ἁγιότητος τοῦ Θεοῦ· ὅτι Ἅγιος Κύριος Σαβαὼθ (Ἡσαΐ. στ΄ 6), ἅγιοι ἔσεσθε, ὅτι ἅγιος ὁ Θεὸς ὑμῶν (Λευϊτ. ιθ΄ 2), οὐδείς ἐστιν ἅγιος ὡς ὁ Κύριος, καὶ οὐκ ἔστι δίκαιος ὡς ὁ Θεὸς ἡμῶν (Α΄ Βασ. η΄ 2).  Τὴν ἁγιότητα ἡ ἁγία Γραφὴ καλεῖ καὶ φῶς·  «ὁ Θεὸς φῶς ἐστι» (Ἰωάν. α΄ 5). Ὀρθόδοξος Ἱερὰ Κατήχησις 47
ιβ)  Περὶ δικαιοσύνης·  διότι «ἐστὶ κριτὴς δίκαιος καὶ ἰσχυρὸς καὶ μακρόθυμος» (Ψαλ. ζ΄ 12), ὅτι δίκαιος Κύριος καὶ δικαιοσύνας ἠγάπησε (Ψαλ. ι΄ 8), ὅτι ὁ Θεὸς ἐλεήμων, καὶ οἰκτίρμων, καὶ δίκαιος. (Ψαλ. ρα΄ 14). Ὁ δὲ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς ἀποκαλεῖ τὸν Θεὸν Πατέρα δίκαιον (Ἰωάν. ιζ΄ 25). Ὀρθόδοξος Ἱερὰ Κατήχησις 47
Ἀγ.Νεκταρίου. Ἐρώτησις : Τίνες οἱ λόγοι, δι’ οὓς ἀποδιδομεν τῷ Θεῷ ὡς ἀπολύτῳ Ὄντι καὶ ὡς ἀπολύτῳ Πνεύματι καταφατικὰ ἰδιώματα; Ἀπόκρισις : Οἱ λόγοι εἰσὶν οἱ ἑξῆς·
α)  Ἀποδίδομεν τὸ αὐθύπαρκτον· διότι ἐστὶν αἰτία ἑαυτοῦ καὶ παρ’ οὐδενὸς ἐξαρτᾶται ἒν τε τῇ ὑπάρξει καὶ τῇ ἐνεργείᾳ αὐτοῦ. 45
β)  Ἀποδίδομεν τὸ αὐτοτελές· διότι ἔχει τὸ τέλος ἢ τὸν σκοπὸν τῆς ὑπάρξεως αὐτοῦ ἐν ἑαυτῷ καὶ οὐχὶ ἐκτὸς ἑαυτοῦ. 45
γ)  Ἀποδίδομεν τὸ αὔταρκες· διότι τὸ θεῖόν ἐστιν ἀνενδεές. Ὀρθόδοξος Ἱερὰ Κατήχησις 45
δ)  Ἀποδίδομεν τὴν μακαριότητα διότι ἐστὶν ἀπόλυτος ἀγαθότης. Ὀρθόδοξος Ἱερὰ Κατήχησις 45
ε)  Ἀποδίδομεν τὸ ἑνιαῖον καὶ ἁπλοῦν· διότι ἐν ἑνὶ μόνῳ ἀπολύτῳ Ὄντι δύνανται νὰ συνυπάρχωσιν ἅπασαι αἱ ἀποδιδόμεναι τῷ Θεῷ τελειότητες, δύο δὲ ἀπειροτέλεια ὄντα ἀδύνατον νὰ συνυπάρξωσιν, διότι περιορίζουσιν ἄλληλα, τὸ δὲ θεῖον ἀπεριόριστον.
στ)  Ἐπίσης ἀποδίδομεν τὴν σοφίαν· διότι ἐν τῇ δημιουργίᾳ τοῦ σύμπαντος κόσμου πανταχοῦ καὶ ἐν πᾶσι διαφαίνεται ἡ σοφία, ἣν μαρτυρεῖ ἡ σκοπιμότης, ἡ τάξις, ἡ ἁρμονία, ἡ σχέσις τῶν καθ’ ἕκαστον πρὸς τὸ ὅλον, ἡ σχέσις τῶν μέσων πρὸς τὸν σκοπόν, ἡ διαμορφωτικὴ καὶ διαπλαστικὴ τῶν δημιουργημάτων δύναμις, καὶ ἡ συντήρησις αὐτῶν ἐν τῷ μέσῳ ἀπείρου ποικιλίας τρόπων τῆς διαιωνίσεως αὐτῶν. Ὀρθόδοξος Ἱερὰ Κατήχησις 45
ζ)  Ἀποδίδομεν τὴν παγγνωσίαν· διότι ὁ Θεὸς ὡς δημιουργὸς τοῦ σύμπαντος ἔχων τὴν ἔννοιαν τοῦ σύμπαντος κόσμου, καὶ ὢν πανταχοῦ παρὼν γινώσκει τὰ πάντα. Ὀρθόδοξος Ἱερὰ Κατήχησις 45 
η)  Ἀποδίδομεν τὴν πρόγνωσιν· διότι ὁ Θεὸς ὡς δημιουργὸς καὶ αἰτία τοῦ τέλους, καὶ τοῦ σκοποῦ ἑκάστου τῶν δημιουργημάτων προεῖδε τὴν πορείαν καὶ τὸ τέλος τῶν δημιουργημάτων ἑκάστου. Ὀρθόδοξος Ἱερὰ Κατήχησις 45
θ) Ἐπίσης ἀποδίδομεν τῷ Θεῷ τὴν παντοδυναμίαν ἢ τὴν ἀπόλυτον ἐλευθερίαν καὶ τὴν ἀπόλυτον ἐνέργειαν τῆς βουλήσεως αὐτοῦ· διότι ὡς θεῖος δημιουργὸς ἔχων ἀπόλυτον ἐλευθερίαν καὶ ἀπόλυτον ἐνέργειαν τῆς βουλήσεως αὐτοῦ, ἕπεται, ὅτι δύναται ἴσον πρὸς τὸ βούλεσθαι. Ἐν τῷ Θεῷ ταυτίζονται αἱ ἔννοιαι τοῦ δύναμαι καὶ βούλομαι. Ὀρθόδοξος Ἱερὰ Κατήχησις 46
ι) Ἀποδίδομεν τὴν ἀγαθότητα καὶ ἀγάπην· διότι ἡ ἐκδηλωθεῖσα ἐν τῇ δημιουργίᾳ καὶ ἐν τῷ ἀνθρώπῳ θείᾳ βούλησις ἔχει περιεχόμενον τὸ ἄκρον ἀγαθόν, ὅπερ ἐκδηλοῦται ὡς ἀγάπη πρὸς τὸν κόσμον καὶ ἰδίᾳ πρὸς τὸν ἄνθρωπον, ὃν ζητεῖ νὰ καταστήσῃ κοινωνὸν τῆς ἰδίας ἀγαθότητος καὶ μακαριότητος. Ὀρθόδοξος Ἱερὰ Κατήχησις 46
ια)  Ἀποδίδομεν τὴν ἁγιότητα·  διότι ἡ ἄπειρος ἀγαθότης ἐστὶν ἄπειρος ἁγιότης. Ὀρθόδοξος Ἱερὰ Κατήχησις 46
ιβ) Ἀποδίδομεν τὴν δικαιοσύνην· διότι τοῦτο τὸ θεῖον ἰδίωμα ἀποδίδει ἑκάστῳ τὰ ἴδια καὶ προσήκοντα. Ὀρθόδ. Ἱερὰ Κατήχησις 46

Δεν υπάρχουν σχόλια: