PAGES

ΠΕΡΙ ΙΔΙΩΜΑΤΩΝ ΤΟΥ ΘΕΟΥ (τῶν ἀποφατικῶν)

ΠΕΡΙ ΙΔΙΩΜΑΤΩΝ τοῦ ΘΕΟΥ (τῶν ἀποφατικῶν)
Ἀγ.Νεκταρίου. Περὶ τῶν ἀποφατικῶν τοῦ Θεοῦ ἱδιωμάτων κατὰ τὰς Ἁγίας Γραφάς. Αἱ ἅγιαι Γραφαὶ περὶ τῶν ἰδιωμάτων τοῦ θεοῦ λέγουσι τὰ ἑξῆς : α) Περὶ τοῦ ἀσυνθέτου αὐτοῦ ὅτι αὐτὸς ἐστιν ὁ ὢν. β) Περὶ τοῦ ἀχωρήτου· ὅτι ἐστὶ πανταχοῦ παρὼν καὶ τὰ πάντα πληρῶν. γ) Περὶ τοῦ ἀχρόνου ἢ ἀϊδίου· ὅτι ἐστὶν ἄναρχος καὶ ἀτελεύτητος. δ) Περὶ τοῦ ἀτρέπτου καὶ ἀναλλοιώτου· ὅτι ἐστὶ τέλειος (Ματθ. Ε΄ 48) καὶ ἀεὶ ὡσαύτως ὢν. ε) Περὶ τοῦ ἀΰλου ἢ ἀσωμάτου· ὅτι ἐστὶ πνεῦμα· «Πνεῦμα ὁ Θεὸς καὶ τοὺς προσκυνοῦντας αὐτὸν ἐν πνεύματι καὶ ἀληθείᾳ δεῖ προσκυνεῖν». (Ἰωάν. δ΄ 24). στ) Περὶ τοῦ ἀπαθοῦς· ὅτι παρὰ τῷ Θεῷ οὐκ ἔνι παραλλαγὴ ἢ τροπῆς ἀποσκίασμα (Ἰακώβ. α΄,17). Ὀρθόδοξος Ἱερὰ Κατήχησις 46

Ἀγ.Νεκταρίου. Ἐρώτησις : Τίνες οἱ λόγοι δι’ οὓς ἀποδίδομεν τῷ Θεῷ ὡς ἀπολύτῳ Ὄντι καὶ ὡς ἀπολύτῳ Πνεύματι τὰ ἀποφατικὰ ἰδιώματα; Ἀπόκρισις : Οἱ λόγοι  εἰσὶν οἱ ἑξῆς :                                  
α) Ἀποδίδομεν τὸ ἀσύνθετον, καθ’ ὅσον ἡ οὐσία τοῦ Θεοῦ ἐστιν ἀμερὴς καὶ ἐπέκεινα πάσης συνθέσεως· πᾶν δὲ μεριζόμενον ἢ συντιθέμενόν ἐστιν ὕλη, ἡ δὲ τοῦ Θεοῦ οὐσία ἐστιν ἄϋλος. Ὀρθόδοξος Ἱερὰ Κατήχησις 44
β) Ἀποδίδομεν τὸ ἀχώρητον· διότι πὰν τὸ ἐν χώρω ἐστὶ καὶ πεπερασμένον· τὸ δὲ θεῖόν ἐστιν ἀπεριόριστον. Τὸ ἐν χώρῳ ἐστὶν περιγραπτόν, ἀλλὰ τὸ θεῖόν ἐστιν ἀπερίγραπτον. Τὸ ἐν χώρῳ οὐ πληροῖ τὰ πάντα, τὸ δὲ θεῖον πληροῖ τὰ πάντα καὶ ἐστι πανταχοῦ παρόν. Ὀρθόδοξος Ἱερὰ Κατήχησις 44
γ) Ἀποδίδομεν τὸ ἄχρονον ἢ ἀΐδιον· διότι πᾶν τὸ ἐν χρόνῳ ἐστὶ γεννητὸν καὶ ἔχει ἀρχὴν καὶ τέλος· τὸ δὲ θεῖόν ἐστιν ἄναρχον καὶ ἀτελεύτητον ὡς ἐπέκεινα παντὸς χρόνου ἢ ἐκτὸς παντὸς χρονικοῦ περιορισμοῦ. Ὀρθόδοξος Ἱερὰ Κατήχησις 44
δ) Ἀποδίδομεν τὸ ἄτρεπτον καὶ ἀναλλοίωτον· διότι τὸ θεῖόν ἐστιν ἀπόλυτος τελειότης· ἡ δὲ τροπὴ καὶ ἀλλοίωσίς εἰσι δηλωτικὰ ἀτελείας. Ὀρθόδοξος Ἱερὰ Κατήχησις 45
ε) Ἀποδίδομεν τὸ ἄϋλον καὶ ἀσώματον· διότι τὸ ἀπερίγραπτον ἀπόλυτον πνεῦμα δὲν δύναται νὰ εἶναι ὕλη καὶ σῶμα, ἅτινά εἰσι περιγραπτὰ καὶ πεπερασμένα. Ὀρθόδοξος Ἱερὰ Κατήχησις 45
στ) Ἀποδίδομεν τὸ ἀπαθές· διότι τὸ πάθος ἐκφράζει μεταβολὴν καταστάσεως, ἒν τε τῇ θεία οὐσίᾳ καὶ τῇ ἐνεργείᾳ τοῦ Θεοῦ, ὅπερ ἀντίκειται πρὸς τὸ ἄτρεπτον καὶ ἀναλλοίωτον τῆς θείας οὐσίας καὶ ἐνεργείας. Ὀρθόδοξος Ἱερὰ Κατήχησις 45

Δεν υπάρχουν σχόλια: