PAGES

ΤΑ ΓΝΩΡΙΣΜΑΤΑ ΤΗΣ ΑΛΗΘΟΥΣ ΕΙΣ ΧΡΙΣΤΟΝ ΠΙΣΤΕΩΣ

ΤΑ ΓΝΩΡΙΣΜΑΤΑ
ΤΑ ΓΝΩΡΙΣΜΑΤΑ ΤΗΣ ΑΛΗΘΟΥΣ ΕΙΣ ΧΡΙΣΤΟΝ ΠΙΣΤΕΩΣ
1ον Ἡ ἀληθὴς πίστις πληροφορεῖ μυστικῶς τὸν πιστεύοντα περὶ τοῦ θείου χαρακτήρος τῆς ἐαυτοῦ πίστεως.
2ον Κατευθύνει τὰ διαβήματα αὐτοῦ ἐν τῇ ὁδὸ τῆς ἀληθείας μυστικῶς ποδηγετούσα αὐτὸν καὶ διδάσκουσα αὐτὸν ποιεῖν τὸ θέλημα τοῦ Θεοῦ τὸ ἀγαθὸν καὶ εὐάρεστον καὶ τέλειον.
3ον Ἅγει εἰς τὴν μακαριότητα καὶ διδάσκει, ὅτι ἔν τῇ ἀγάπη τὴν πρὸς τὸν Θεὸν καὶ τὴν πρὸς τὸν πλησίον εὔρηται τὸ πλήρωμα τοῦ ἐπιποθουμένου ἀγαθοῦ.
4ον Πληρεῖ τὸν πιστὸν ἐλπίδος αϊδίου, ἀμειώτου, καθαρᾶς παντὸς πάθους, ἐχοῦσης ἐν ἐαυτῆ τὸ πλήρωμα τῆς εὐδαιμονίας.
5ον Πληρεῖ τὴν καρδίαν τοῦ πιστοῦ ἀγάπης θερμῆς, ἀγάπης ἀφάτου, ἀνεκφράστου, μυστικῆς, ἀπείρου, ἀγνὴς, ἀγίας, ἐκχεομένης καὶ κατακλυζούσης τὰ πάντα καὶ κατακυριευούσης ἐν αὐτή.
6ον Πληρεῖ τὴν καρδίαν τοῦ πιστοῦ τῶν καρπῶν τοῦ Ἁγ.Πνεύματος· ἡ χαρά, ἡ εἰρήνη, ἡ μακρόθυμία, ἡ χρηστότης, ἡ ἀγαθοσύνη, ἐβραβεύσαν αὐτὴ ὑπὸ τοῦ ἀγιάσαντος αὐτὴν Ἁγ. Πνεύματος.
7ον Δίδωσι τά χαρίσματα του Αγίου Πνεύματος. Το Πνεύμα το Ἅγιον ἐπιφοιτήσαν ἐφώτισε τὸν νοὺν τοῦ πιστοῦ καὶ ἔδωκεν αὐτῶ τὴν σοφίαν, τὴν σύνεσιν, τὴν βουλήν, τὴν γνώσιν, τὴν ἀλήθειαν καὶ τὸν ἀγνὸ φόβο τοῦ Θεοῦ.
8ον Ἁναπλάτει τὸν ὑπὸ τῆς ἀμαρτίας διαφθαρέντα ἄνθρωπον καὶ ἐπανάγει εἰς τὸ ἀρχαίον κάλλος.
9ον Ἁγιάζει αὐτὸν καὶ μύρον εὐωδίας ἐπιχέει ἐπ’ αὐτὸν καὶ ἀνάγει εἰς τελειότητα.
10ον Διανοίγει τοὺς ὁφθαλμοὺς τῆς διανοίας του ὁρὰν τὰ ἀθέατα, καὶ ἀποκαλύπτει τὰ μυστήρια.
11ον Χορηγεῖ σθένος ἡθικόν, χαρίζεται τὴν ἡθικὴν ἀνδρείαν τοῦ μὴ πτοείσθαι ἐκ τῶν δεινῶν τοῦ βίου καὶ δαψιλεύει τὴν ἰσχύν, τὸ θάρρος, τὴν καρτερίαν, τὴν μεγαλοφροσύνην, τὴν μεγαλοψυχίαν, τὴν ἐλεημοσύνην καὶ ὅλην τὴν πληθὺν τῶν χριστιανικὼν ἀρετῶν.
12ον Δίδωσι τὴν σωφροσύνην, τὴν ἀγνείαν, τὴν ἀκεραιότητα καὶ τὸ κάλλος τῆς παρθενίας.
13ον Ἁναβιβάζει τὸν πιστὸν ὑπεράνω τῶν νόμων τῆς φύσεως καὶ δίδει δύναμιν νὰ νικὰ φύσεως τάξιν.
14ον Ἡ ἀληθῆς εἰς Χριστὸν πίστις καθιστὰ τὸν πιστὸν εἰκόνα Θεοῦ καὶ ἐξομοιεῖ πρὸς αὐτὸν. Αγίου Νεκταρίου Γνώθι σ’αυτόν σελ. 24-25

Δεν υπάρχουν σχόλια: