PAGES

ΜΕΓ. ΒΑΣΙΛΕΙΟΥ Β ΟΜΙΛΙΑ ΕΙΣ ΤΗΝ ΕΞΑΗΜΕΡΟΝ

ΜΕΓΑΛΟΥ ΒΑΣΙΛΕΙΟΥ ΟΜΙΛΙΑ ΕΙΣ ΤΗΝ ΕΞΑΗΜΕΡΟΝ
OMIΛIA β´. Περὶ τοῦ ἀόρατος ἦν ἡ γῆ καὶ ἀκατασκεύαστος.
Μικροῖς ἕωθεν ἐνδιατρίψαντες ῥήμασι, τοσοῦτον ἀποκεκρυμμένον τὸ βάθος τῆς διανοίας εὕρομεν, ὥστε τῶν ἐφεξῆς παντελῶς ἀπογνῶναι. Εἰ γὰρ τὰ προαύλια τῶν ἁγίων τοιαῦτα, καὶ τὰ προπύλαια τοῦ ναοῦ οὕτω σεμνὰ καὶ ὑπέρογκα, τῇ ὑπερβολῇ τοῦ κάλλους τοὺς ὀφθαλμοὺς τῆς διανοίας ἡμῶν περιαστράπτοντα, ποταπὰ τὰ ἅγια τῶν ἁγίων; καὶ τίς ἱκανὸς κατατολμῆσαι τῶν ἀδύτων;

Δεν υπάρχουν σχόλια: