PAGES

ΠΕΡΙ ΑΓΑΘΟΥ

ΠΕΡΙ ΑΓΑΘΟΥ
Αγ.Νεκτάριος Ἀγαθὸς ἀνήρ ἐστιν ὁ τέλειος ἐν τῇ ἀρετῇ. Ὁ ἀγαθὸς προαιρεῖαι ἀεὶ τὸ ἀγαθόν, ἀνταποδίδωσι δὲ ἀγαθὰ ἀντὶ πονηρῶν. Ἐγγὺς τῷ ἀγαθῷ ἵσταται ὁ Θεός, ὑπὸ τὴν σκέπην αὐτοῦ διατελεῖ πάσας τὰς ἡμέρας τῇς ζωῆς αὐτοῦ. Γνώθι σ’αὐτὸν-211
Αγ.Νεκτάριος Ὁ ἀγαθὸς ἐγχειρεῖ μὲν ἅπασιν ἀεὶ τοῖς καλοῖς τὴν ἀγαθὴν προβαλλόμενος ἐλπίδα, φέρει δέ, ὅ,τι ἂν ὁ Θεὸς διδῷ, γενναίως. Γνώθι σ’αὐτὸν-211
Αγ.Νεκτάριος Ὁ ἀγαθὸς ἀνὴρ ἀγαθὰ προσφέρει ἐκ τοῦ ἀγαθοῦ θησαυροῦ τῆς καρδίας αὐτοῦ· ἐκ τοῦ περισσεύματος τῆς καρδίας αὐτοῦ ὁμιλεῖ τὸ στόμα αὐτοῦ. Ἆθλον τῆς ἀρετῆς τῷ ἀγαθῷ ἐστι τὸ Θεὸν γενέσθαι, καὶ τῷ καθαρωτάτῳ φωτὶ καταστράπτεσθαι. Δεκταὶ παρὰ Κυρίῳ αἱ ὁδοὶ αὐτοῦ, διὰ δὲ αὐτῶν καὶ οἱ ἐχθροὶ φίλοι γίνονται. Γνώθι σ’αὐτὸν-211
Αγ.Νεκτάριος Τῷ ἀγαθῷ ἀνθρώπῳ ἔδωκεν ὁ Θεὸς σοφίαν καὶ γνῶσιν καὶ σύνεσιν. Τοῦ ἀγαθοῦ ἀνθρώπου καὶ τὸ τραχὺ προσηνὲς διὰ τὴν ὠφέλειαν γίνεται. Ὁ ἀγαθὸς ὅμοιός ἐστι πρὸς τὰ εὐώδη τῶν ἀρωμάτων· διότι ὥσπερ ἐκεῖνα τῆς ἰδίας εὐπνοίας τὸν παρακείμενον ἀέρα πλήρη ποιεῖ, οὕτω καὶ ἀνδρὸς ἀγάθοῦ παρουσία τοὺς πλησίον ὠφελεῖ. Γνώθι σ’αὐτὸν-211
Αγ.Νεκτάριος Ὁ ἀγαθὸς εἶναι ἀγαπητὸς τοῖς πᾶσι, σπεύδουσι δὲ πρὸς αὐτὸν οἱ φίλοι τοῦ Θεοῦ. Ὁ ἀγαθὸς ἐγένετο σκεῦος ἐκλογῆς, διότι ἐκαθάρισεν ἑαυτὸν πάσης κακίας. Ὁ ἀγαθὸς ἀπέβη εἰκὼν Θεοῦ, διότι ἔλαβε τὸ καθ’ ὁμοίωσιν, γενόμενος τέλειος ἐν τῇ ἀρετῇ. Μακάριος ἀνὴρ ὁ ἀγαθός!  Γνώθι σ’αὐτὸν-211-212

Δεν υπάρχουν σχόλια: