PAGES

ΠΕΡΙ ΟΜΟΛΟΓΙΑΣ ΠΙΣΤΕΩΣ

ΠΕΡΙ ΟΜΟΛΟΓΙΑΣ ΠΙΣΤΕΩΣ
ΟΜΟΛΟΓΙΑ ΠΙΣΤΕΩΣ ΤΩΝ ΟΡΘΟΔΟΞΩΝ ΧΡΙΣΤΙΑΝΩΝ Ἀποδέχομαι καὶ τιμῶ τὰς ἁγίας καὶ Οἱκουμενικὰς Ἑπτὰ Συνόδους, καὶ τὰ ἐν αὐταῖς δογματισθέντα καὶ κηρυχθέντα θεῖα τε καὶ ὑπερφυῆ καὶ σωτήρια Δόγματα παρὰ τῶν Ὁσίων καὶ Θεοφόρων Πατέρων ἡμῶν, οὔς κατὰ καιρὸν ἔθετο τὸ Πνεύμα τὸ ἅγιον ποιμαίνειν τὴν Ἐκκλησίαν αὐτοῦ καὶ διέπειν, καὶ πάντων τῶν ἐναρέτων καὶ Μακαρίων Πατέρων τὰ τε Δόγματα καὶ Πονήματα ἀσπάζομαι ὡς διδασκαλίαν ἀνεπίλητον, σωτηρίας θεμέλιον· καὶ οὕς ἡ Καθολικὴ Ἀνατολικὴ Ὀρθόδοξος Ἐκκλησία προσίεται, ἀποδέχομαι· καὶ οὕς ἀποτρέπεται, ἀποστρέφομαι. 

Ἀποβάλλομαι δὲ καὶ παντελῶς ἀποτρέπομαι τὰς ἀπὸ Σίμωνος τοῦ Μάγου καὶ μέχρι τοῦ δεῦρο τῆς εὐσεβείας παντάπασιν πεπτωκότας καὶ δόξας υἱοθετήσαντας καὶ φθοροποιὰ δόγματα ἐφευρόντας καὶ τὴν τῶν Ἁγίων Παράδοσιν ἀθετήσαντας καὶ τὸν πικρὸν τὸν ζιζανίων σπόρον συναμεῖξαι τῆ τῆς Ὀρθοδοξίας Ἀρούρα τολμήσαντας αὐτούς τε ἀναθεματίζω καὶ πάντας τοὺς ἐπομένοις αὐτοῖς, καὶ ὡς λύμην τῆς κατὰ Χριστὸν Ἐκκλησίας διαπτύω καὶ τῶ ἀναθέματι καθυποβάλω.
Γνώμη τῆς Ὀρθοδόξου Ἐκκλησίας εἶναι να πιστεύη ὁ Χριστιανὸς ὀρθῶς, ἤγουν νὰ περιπατῆ ἴσα εἰς τὴν Πίστιν, καθῶς παρελάβομεν, νὰ μὴ πίπτει εἰς ἀποστασίας καὶ αἰρέσεις ἤ εἰς σχίσματα, ἴδια τῶν υἱῶν τῆς ἀπωλείας. Τοῦς τοιούτους ὀνομάζει ὁ Εὐαγγελιστὴς Ἰωάννης «ἀντιχρίστους» υἱοῦς τῆς ἀπειθείας, ὁ Ἀπόστολος Παύλος πρὸς Ἐφεσίους «ἀπίστους», ὁ Δαμασκοῦ φωστῆρ· «ὁ γοῦν μὴ κατὰ παράδοσιν τῆς καθολικῆς Ἐκκλησίας πιστεύων, οὗτος ἄπιστος ἐστι»· διότι μὴ βαδίζοντες καὶ μὴ ἐχοντες τὸν αὐτὸν σκοπόν, ὅν ἐβάδισεν ἡ Ὀρθόδοξος Ἐκκλησία ἄς γνωρίζουν οἱ τοιοῦτοι ἱερεῖς μήτε ἱερωσύνην μήτε Μυστήρια τελούνται ὑπ’αὐτῶν, ἡ δὲ μερὶς αὐτῶν μετὰ τοῦ προδότου Ἰούδα. (Ὑπὸ Ν. Βουλγάρεως).
ΕΤΕΡΑ ΟΜΟΛΟΓΙΑ ΠΙΣΤΕΩΣ ΣΥΝΤΟΜΟΣ Εἴ τις πᾶσαν ἐκκλησιαστικὴν παράδοσιν ἔγγραφον ἤ ἀγραφον ἀθετεῖ, ἀνάθεμα (τρὶς). Ἡμεῖς τηροῦμεν καὶ κρατοῦμεν τὰ δόγματα καὶ τὰς παραδόσεις τῆς Μίας Ἁγίας Καθολικῆς καὶ Ἁποστολικῆς Ὀρθοδόξου Ἐκκλησίας.Τοῦς δὲ νεοτερίζοντας καινοτόμους, καὶ πᾶσαν αἴρεσιν ἀναθεματίζομεν. Ἀνάθεμα (τρὶς).

Δεν υπάρχουν σχόλια: