ΝΟΥΘΕΣΙΕΣ ΓΕΡΟΝΤΩΝ
ΕΙΣ ΤΟ ΠΑΝΤΑ
ΕΑΥΤΟΝ ΒΙΑΖΕΣΘΑΙ, ΑΥΤΗ ΕΣΤΙΝ Η ΟΔΟΣ ΤΟΥ ΘΕΟΥ
-
Μὴ γίνου μαθητὴς τοῦ ἐπαινοῦντος ἑαυτόν, ἵνα μή, ἀντὶ ταπεινοφροσύνης,
ὑπερηφανίαν μάθῃς.
-
Εἶπεν ὁ Ἀϐϐᾶς Ἁλώνιος· ὅτι ἐάν θέλῃ ὁ ἄνθρωπος ἀπὸ πρωὶ ἕως ὀψὲ ἔρχεται εἰς
μέτρον θεῖον.
-
Ἔστιν ἁμαρτία πρὸς θάνατον ἀμετανόητος· οὐδεὶς οὕτως ἀγαθὸς καὶ οικτίρμων, ὡς ὁ
Θεός· τῷ δὲ μὴ μετανοοῦντι, οὐδὲ αὐτὸς ἀφίησι· πολὺ λυπούμεθα ἐπὶ ταῖς
ἁμαρτίαις, τὰς δὲ αἰτίας αὐτῶν ἡδέως καταδεχόμεθα.
-
Εἶπε γέρων· αὕτη ἡ φωνὴ βοᾷ πρὸς τὸν ἄνθρωπον ἕως ἐσχάτης ἀναπνοῆς· ὅτι σήμερον
ἐπίστρεψον.
-
Εἶπε γέρων· ἡ γενεὰ αὕτη οὐ ζητεῖ τὸ σήμερον, ἀλλὰ τὸ αὔριον.
-
Εἶπε γέρων· πᾶσα πονηρία μὴ τετελεσμένη, οὐκ ἔστι πονηρία· καὶ πᾶσα δικαιοσύνη
μὴ τελειωθεῖσα, οὐκ ἔστι δικαιοσύνη.
-
Ἀδελφέ· μὴ εἴπῃς σήμερον ἁμαρτάνω, καὶ αὔριον μετανοῶ· οὐ γὰρ ἔχεις τὸ ἀσφαλές·
περὶ τῆς αὔριον, τῷ Κυρίῳ μελήσει.
-
Εἶπεν ὁ Ἀϐϐᾶς Εὐάγριος· μέμνησο διὰ παντὸς κρίσεως αἰωνίου· καὶ μὴ ἐπιλάθῃ σῆς
ἐξόδου· καὶ οὐκ ἔσται πλημμέλεια τῇ ψυχῇ σου.
-
Εἶπεν ὁ Ἀϐϐᾶς Ἠλίας· ἐγὼ τρία πράγματα φοϐοῦμαι ἀεί· ὅταν μέλλῃ ἡ ψυχή μου
χωρισθῆναι ἐκ τοῦ σώματος· καὶ ὅταν μέλλω τῷ Θεῷ ὑπαντῆσαι· καὶ ὅταν μέλλῃ ἡ
ἀπόφασις ἐξελθεῖν κατ᾿ εμοῦ.
-
Εἶπεν ὁ Ἀϐϐᾶς Ὑπερέχιος· ἡ ἐνθύμησίς σου ἔστω διὰ παντὸς ἐν τῇ Βασιλείᾳ τῶν
οὐρανῶν καὶ ἐν τάχει κληρονομήσεις αὐτήν.
-
Διαλογίζου τὴν τιμὴν ἣν κατέλαϐον πάντες οἱ Ἅγιοι· καὶ ὁ ζῆλος αὐτῶν ἑλκύσει σε
μικρόν· ἐνθυμοῦ πάλιν καὶ τοὺς ὀνειδισμοὺς οὓς ἔλαχον οἱ ἁμαρτωλοί, καὶ ὁ
λογισμὸς οὗτος φυλάξει ἀπὸ τὰ πονηρά.
-
Ἔλεγον οἱ γέροντες· παιδεύσατε τὰ παιδία, ἀδελφοί, ἵνα μὴ παιδεύσωσιν ὑμᾶς
αὐτά.
-
Εἶπεν ὁ Ἀϐϐᾶς Ἰάκωϐος, ὅτι παρὰ τὸ ξενοδοχεῖν, μεῖζόν ἐστι τὸ διὰ Θεὸν
ξενιτεῦσαι.
-
Ἐμηνύθη ποτὲ τῷ μακαρίῳ Εὐαγρίῳ τῷ Διακόνῳ ἡ τελευτὴ τοῦ πατρὸς αὐτοῦ· καὶ
λέγει τῷ ἀπαγγείλαντι· παῦσαι βλασφημῶν, ὁ γὰρ ἐμὸς πατὴρ ἀθάνατός ἐστιν.
-
Ἀδελφὸς ἠτεῖτο γέροντος εὐχήν, σπεύδων ἐπὶ τὴν πόλιν· ὁ δὲ γέρων πρὸς αὐτὸν
ἔφη· μὴ σπεῦδε ἐπὶ τὴν πόλιν, ἀλλὰ σπεῦσον τοῦ φυγεῖν τὴν πόλιν καὶ σώζῃ.
-
Ἐν παντὶ πράγματι νόμιζε σεαυτὸν ἐνδεὴ εἶναι διδαχῆς καὶ ἐν πάσῃ τῇ ζωῇ σου
σοφός εὑρεθήσῃ.
-
Εἶπεν ὁ Ἀϐϐᾶς Ἀντώνιος· ὅτι ὑπακοὴ μετὰ ἐγκρατείας ὑποτάσσει θηρία.
-
Εἶπε γέρων· γενοῦ ὡς κάμηλος βαστάζων τὰς ἁμαρτίας σου καὶ δεδεμένος ἀκολουθῶν
τῷ ἐπισταμένῳ τὴν ὁδὸν τοῦ Θεοῦ.
-
Εἶπε γέρων· ὃς ἐὰν γένηται μωρὸς διὰ τὸν Κύριον, συνετιεῖ αὐτὸν ὁ Κύριος.
-
Εἶπεν ὁ Ἀϐϐᾶς Ποιμήν· εἰς ὃν ἡ καρδία σου οὐ πληροφορεῖται, μὴ πιστεύσῃς αὐτῷ
τὴν συνείδησίν σου.
-
Ἤκουσεν ὁ Ἀϐϐᾶς Ἰωάννης ὁ Κολοϐός, εἰς τὸ θέρος ὤν, ἀδελφοῦ λαλοῦντος τῷ
πλησίον μετ᾿ οργῆς· ὦ καὶ σύ· καὶ ἐάσας τὸν θερισμὸν ἔφυγεν.
-
Εἶπεν ὁ Ἀϐϐᾶς Ἀγάθων· ἀγαπητός μοί τις καθ᾿ ὑπερϐολὴν ἐὰν ᾖ, καὶ γνῶ ὅτι
κατάγει με εἰς ἐλάττωμα, ἀποκόπτω αὐτὸν ἀπ᾿ ἐμοῦ.
-
Εἶπεν ὁ Ἀϐϐᾶς Ἁλώνιος· ἐὰν μὴ εἴπῃ ἄνθρωπος ἐν τῇ καρδίᾳ αὐτοῦ, ὅτι ἐγὼ μὸνος
καὶ ὁ Θεὸς ἐσμὲν ἐν τῷ κόσμῳ τούτῳ, οὐχ ἕξει ἀνάπαυσιν.
-
Εἶπεν γέρων· ὅτι εἰ καὶ ἐκοπίασαν ὦδε οἱ ἅγιοι, ἀλλ᾿ ἔλαϐον ἤδη καὶ μέρος
ἀναπαύσεως· τοῦτο δὲ ἔλεγε, διὰ τὸ εἶναι αὐτοὺς ἐλευθέρους ἀπό τῆς τοῦ κόσμου
φροντίδος.
-
Μὴ ἐξουθενένει γέροντας ἐὰν βουληθῶσιν ἐλθεῖν εἰς τὸν κόπον τοῦ μοναδικοῦ βίου·
καὶ γὰρ ὁ Κύριος τοὺς περὶ τὴν ἑνδεκατην οὐκ ἀπεϐάλετο· οὐ γὰρ οἶδας μήποτε
σκεῦος ἐκλογῆς ἐστιν οὖτος.
-
Ἠρωτήθῃ γέρων· διατί συνεχῶς ὀλιγωρῶ; καὶ ἀπεκρίθη· ἐπειδὴ οὔπω εἶδες τὸν
ἥλιον.
-
Εἶπεν γέρων· τὸ εἰς πάντα ἑαυτὸν βιάζεσθαι, αὕτη ἐστὶν ἡ ὁδὸς τοῦ Θεοῦ.
-
Ὁ αὐτὸς εἶπεν· ὁ βιαζόμενος ἑαυτὸν διὰ τὸν Θεόν, ὅμοιός ἐστιν ἀνθρώπῳ
ὁμολογητῇ.
-
Εἶπεν ὁ Ἀϐϐᾶς Κόπρις· μακάριος ὁ ὑπομένων κόπον μετὰ εὐχαριστίας.
-
Ὁ αὐτὸς ἀσθενήσας ἐπὶ πολὺν χρόνον κλινήρης ἧν· καὶ ηὐχαρίστει καὶ ἐκώλυε τὸ
ἴδιον θέλημα.
-
Εἶπεν γέρων· εἰ τὰ κακὰ ποιοῦσιν ἡμῖν συγχωρεῖ ὁ Θεὸς μακροθυμῶν ἐφ᾿ ἡμῖν, οὐ
πολλῷ μᾶλλον συνεργήσει ἡμῖν εἰ θελήσομεν ποιεῖν τὰ καλά;
-
Εἶπεν ὁ Ἀϐϐᾶς Ἀντώνιος, ὅτι ὁ Θεὸς οὐκ ἀφίησι τοὺς πολέμους ἐπὶ τὴν γενεὰν
ταύτην, ὥς περ ἐπὶ τοὺς ἀρχαίους· οἶδε γὰρ ὅτι ἀσθενεῖς εἰσι καὶ οὐ
βαστάζουσιν.
-
Ἀδελφὸς ἠρώτησε τὸν Ἀϐϐᾶν Σισώην· τὶ ποίσω διὰ τὰ πάθη καὶ τοὺς δαίμονας; καὶ
εἶπεν ὁ γέρων· ἕκαστος ἡμῶν πειράζεται ὑπὸ τῆς ἰδίας ἐπιθυμίας.
-
Εἶπεν ἡ ἁγία Συγκλητική· ὅσον προκόπτουσιν οἱ ἀθληταί, τοσούτῳ μείζοσι
συνάπτονται ἀνταγωνισταῖς.
-
Μοναχός ἐστιν ὁ τῶν ὑλικῶν πραγμάτων τὸν νοῦν ἀποχωρίσας, καὶ δι᾿ ἐγκρατείας
καὶ ἀγάπης καὶ ψαλμῳδίας καὶ προσευχῆς προσκαρτερῶν τῷ Θεῷ.
-
Ἠρωτήθῃ γέρων ὁποῖον δεῖ εἶναι τὸν Μοναχόν· καὶ εἶπεν· ἐάν ὡς κατ᾿ ἐμέ, μόνος
πρὸς μόνον, ἤγουν πρὸς μόνον τὸν Θεὸν ἀποϐλέπῃ.
-
Ὁ αὐτὸς ἐρωτηθεὶς πάλιν τὶ δεῖ τὸν Μοναχὸν ποιεῖν, ἀπεκρίθη· παντὸς ἀγαθοῦ
ἐργασίαν, καὶ παντὸς κακοῦ ἀποχήν.
-
Εἶπεν ὁ αὐτός, ὅτι αἰσχύνη ἐστὶ τοῦ Μοναχοῦ, ἐὰν ἐάσας τὰ ἑαυτοῦ ξενητεύσῃ διὰ
τὸν Θεόν, καὶ μετὰ ταῦτα εἰς κόλασιν ἀπέλθῃ.
-
Μηδείς σε ἀπατήσῃ, Μοναχέ, ὅτι ἔνι σωθῆναι ἡδονῇ καὶ κενοδοξίᾳ δουλεύοντα.
-
Πολλὰ πάθη ἐν ταῖς ψυχαῖς ἡμῶν κέκρυπται· τότε δὲ ἐλέγχονται, ὅταν τὰ πράγματα
ἀναφαίνωνται.
-
Εἶπεν ὁ Ἀϐϐᾶς Ποιμήν· ἄνθρωπος συνοικῶν τῷ πλησίον, ὀφείλει εἶναι ὡς στήλη
λιθίνη, ὑϐριζόμενος καὶ μὴ ὁργιζόμενος, δοξαζόμενος καὶ μὴ ἐπαιρόμενος.
-
Εἴρηκε γέρων· θέλω διδαχθῆναι ἢ διδάξαι.
-
Ἔλεγεν ὁ Ἀϐϐᾶς Δανιήλ, ὅτι ἐκάλεσέ με ποτὲ ὁ Ἀϐϐᾶς Ἀρσένιος καὶ εἶπε μοι·
ἀνάπαυσον τὸν πλησίον σου, ἵνα ὅταν ἀπέλθῃ πρὸς Κύριον παρακαλέσῃ ὑπὲρ σοῦ, καὶ
εὖ σοι γένηται.
-
Εἶπεν γέρων· ἐν τόπῳ ὦ ἔστι τις, ἐὰν δοκιμάσῃ καλόν τι ποιῆσαι καὶ μὴ ἰσχύσῃ,
μὴ νομίσῃ ὅτι ἀλλαχοῦ δύναται ποιῆσαι αὐτό.
-
Εἶπεν ὁ Ἀϐϐᾶς Θεόδωρος· πολλοὶ ἐν τῷ καιρῷ τούτῳ εἵλοντο τὴν ἀνάπαυσιν, πρὶν ὁ
Θεὸς αὐτοῖς παράσχῃ.
-
Εἶπεν γέρων, ὅτι ἡ ἔρις παραδίδωσι τὸν ἄνθρωπον τῇ ὀργῇ, καὶ ἡ ὀργὴ παραδίδωσιν
αὐτὸν τῇ τυφλώσει, ἡ δὲ τύφλωσις ποιεῖ πᾶν κακὸν ἐργάσασθαι.
-
Εἶπεν ὁ Ἀϐϐᾶς Ποιμήν· μὴ πληρώσῃς τὸ θέλημά σου· ἀναγκαῖον δὲ ἐστι μᾶλλον
ταπεινῶσαι ἑαυτὸν τῷ ἀδελφῷ σου.
-
Εἶπεν ὁ Ἀϐϐᾶς Σαρματίας· θέλω ἄνθρωπον ἁμαρτήσαντα, εἰ οἶδεν ὅτι ἥμαρτε καὶ
μετανοεῖ, ὑπὲρ ἄνθρωπον μὴ ἁμαρτήσαντα καὶ ἔχοντα ἑαυτὸν ὡς δικαιοσύνην
ποιοῦντα.
-
Εἶπεν γέρων· θέλω ἥττημα μετὰ ταπεινοφροσύνης, ἢ νίκην μετὰ ὑπερηφανίας.
-
Εἶπεν γέρων· ἡ ταπείνωσις πολλάκις καὶ χωρὶς κόπου ἔσωσε πολλούς· καὶ μαρτυρεῖ
τοῦτο ὁ Τελώνης καὶ ὁ Ἄσωτος υἰός, ρήματα μόνον μικρὰ εἰπόντες καὶ σωθέντες.
-
Εἶπεν ὁ Ἀϐϐᾶς Καρίων, ὅτι πολοὺς κόπους ἐποίησα πλέον τοῦ υἱοῦ μου Ζαχαρίου,
καὶ οὐκ ἔφθασα εἰς τὰ μέτρα αὐτοῦ, διὰ τὴν ταπείνωσιν καὶ σιωπήν αὐτοῦ.
-
Εἶπεν ὁ Ἀϐϐᾶς Εὐάγριος· ἀρχὴ σωτηρίας τῷ ἀνθρώπῳ ἡ ἑαυτοῦ κατάγνωσις.
-
Εἶπεν γέρων· ὡς ἡ γῆ οὐδέποτε πίπτει κάτω, οὕτως οὐδὲ ὁ ταπεινῶν ἑαυτόν.
-
Εἶπεν γέρων· ἡ ταπείνωσις οὐκ ὀργίζεται, οὐδὲ παροργίζει τινά.
-
Εἶπεν γέρων· ἐάν εἴπῃς τινὶ ʹσυγχώρησόν μοιʹ, ταπεινῶν ἑαυτόν, καίεις τοὺς
δαίμονας.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου