PAGES

ΜΕΓ. ΒΑΣΙΛΕΙΟΥ Ε ΟΜΙΛΙΑ ΕΙΣ ΤΗΝ ΕΞΑΗΜΕΡΟΝ

ΜΕΓΑΛΟΥ ΒΑΣΙΛΕΙΟΥ ΟΜΙΛΙΑ ΕΙΣ ΤΗΝ ΕΞΑΗΜΕΡΟΝ.
ΟΜΙΛΙΑ ε´. Περὶ βλαστήσεως γῆς.
Καὶ εἶπεν ὁ Θεός· βλαστησάτω ἡ γῆ βοτάνην χόρτου, σπεῖρον σπέρμα κατὰ γένος, καὶ ξύλον κάρπιμον ποιοῦν καρπὸν κατὰ γένος, οὗ τὸ σπέρμα αὐτοῦ ἐν αὐτῷ. Ἀκολούθως μετὰ τὸ ἀναπαύσασθαι τὴν γῆν ἀποσκευασαμένην τὸ βάρος τοῦ ὕδατος, τὸ πρόσταγμα αὐτῇ γέγονε βλαστῆσαι πρῶτον βοτάνην, ἔπειτα ξύλον· ὅπερ ἔτι καὶ νῦν ὁρῶμεν γινόμενον. 

Δεν υπάρχουν σχόλια: