ΜΕΓΑΛΟΥ ΒΑΣΙΛΕΙΟΥ ΟΜΙΛΙΑ ΕΙΣ ΤΗΝ ΕΞΑΗΜΕΡΟΝ.
ΟΜΙΛΙΑ γ´. Περὶ τοῦ στερεώματος.
Τὰ τῆς πρώτης ἡμέρας ἔργα,
μᾶλλον δὲ τὰ τῆς μιᾶς· μὴ γὰρ οὖν ἀφελώμεθα αὐτῆς τὸ ἀξίωμα, ὃ ἐν τῇ φύσει ἔχει,
παρὰ τοῦ κτίσαντος καθ᾿ ἑαυτὴν ἐκδοθεῖσα, οὐκ ἐν τῇ πρὸς τὰς ἄλλας συντάξει ἀριθμηθεῖσα·
πλὴν ἀλλ᾿ ὅτι τὰ ἐν αὐτῇ γενόμενα χθὲς ἐπελθὼν ὁ λόγος καὶ διελὼν τὴν ἐξήγησιν
τοῖς ἀκροωμένοις, τὴν μὲν ἑωθινὴν τροφὴν τῶν ψυχῶν, τὴν δὲ ἑσπερινὴν εὐφροσύνην
ποιησάμενος, νῦν ἐπὶ τὰ τῆς δευτέρας θαύματα μεταβαίνει.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου