Τετάρτη, 20 Αυγούστου 2014

ΧΡΗΣΜΟΣ ΑΓΙΟΥ ΤΑΡΑΣΙΟΥ ΠΑΤΡΙΑΡΧΟΥ ΚΩΝΣΤΑΝΤΙΝΟΥΠΟΛΕΩΣ

ΧΡΗΣΜΟΣ ΑΓΙΟΥ ΤΑΡΑΣΙΟΥ ΠΑΤΡΙΑΡΧΟΥ ΚΩΝΣΤΑΝΤΙΝΟΥΠΟΛΕΩΣ
ΑΓ.ΤΑΡΑΣΙΟΥ
Ἐν ταῖς ἐσχάταις ἡμέραις, ὁ Μωάμεθ παροικήσει ἐν τὴ αὐλὴ τοῦ Βύζαντος, καὶ στήσει τὴν βασιλείαν αὐτοῦ ἐν αὐτῇ δυὸ νυχθήμερα καὶ μίαν ἡμέραν καὶ δὶς δύο ὥρας νυχτερινᾶς, ὑπολειπούσης τῆς ἠμισείας ὥρας.  Καὶ  ἐν  μὲν  τοῖς  δυσὶ  νυχθημέροις οὒχ ἔξει ἐπίθετα οἰκεία, ἐν δὲ τῇ ἡμέρα ἔξει δύο.
Ὧν πρῶτον μὲν τὸ μεῖζον, εἴτα δὲ τὸ ἔλατον μέχρι τῶν τριῶν ὡρῶν τῶν νυκτερινῶν βασιλεύσει, καὶ τῆς ἠμισείας ὥρας. Καὶ ἔσται ἐν τῇ τρίτη ὥρα ἐμφανὴς ἡ ἀπώλεια αὐτοῦ.
Τὸ γὰρ διποὺν π:  ταραχθέν, περτοβόλω θυμῶ πατάξει μικρὸν τὸ δίκερον ἅ. Καὶ ἔσονται τὴ αὐτὴ ὥρα ἐκείνη οἱ ἄνθρωποι δίγλωσοι. Ληγούσης δὲ τῆς ἠμισείας ὥρας τῆς νυκτερινῆς, γεννήσονται μονόγλωσσοι. Τὸ γὰρ δίκερον :α: ἡττηθὲν κατὰ κράτος ὑπὸ τοῦ :π:, ἄκερον μένει, καὶ ὄμμα ἢ ὄμικρον, ὡς ἢν ἀπ' ἀρχῆς.
Μεταβληθὲν δὲ νυστάξει ἐκ τοῦ πολλοῦ καμάτου, καὶ φθέγξεται τῇ ἐπτάλοφω μετὰ τελευταίου ἀσπασμοῦ τάδε. Ἰδοὺ ἐγὼ ἐνύσταξα καὶ πορεύομαι εἰς τὴν κλίνη μου ἵνα κοιμηθῶ, σοὶ δὲ εἴη ἡ νῦξ πανσέληνος ἵνα ἀγρυπνῆς.
Τούτων δὲ γενομένων, ἐγερθήσεται πόλεμος ἐμφύλιος, καὶ ἀπολεσθήσεται πᾷς ὁ λαὸς ὁ ἄπιστος. Καὶ τότε ξυπνήσει ὁ ἅγιος βασιλεύς, ὁ ἐν ἀρχὴ μὲν τοῦ ὀνόματος αὐτοῦ τὸ Ἰ, ἐν δὲ τῷ τέλει τὸ ς ἔχων, ἃ σημαίνουσι σωτηρίαν.
Καὶ σώσει τὰ πρόβατα αὐτοῦ κηρύττων αὐτοῖς τὸ α: καὶ τῷ ω: ἄπερ ἐν τῷ ὀνόματι αὐτοῦ ἔχει. Καὶ στήσει τὴν βασιλεία αὐτοῦ ἐν νυχθημερὸν καὶ ἐν τέταρτον τῆς ὥρας. Ὡς ἐκ τῶν στοιχείων τοῦ ὀνόματος αὐτοῦ ἀριδήλως δείκνυται.

Δεν υπάρχουν σχόλια: