PAGES

ΠΡΟΦΗΤΕΙΑ ΑΓΙΟΥ ΜΕΘΟΔΙΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΠΑΤΑΡΩΝ

ΑΓ.ΜΕΘΟΔΙΟΥ
ΠΡΟΦΗΤΕΙΑ ΑΓΙΟΥ ΜΕΘΟΔΙΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΠΑΤΑΡΩΝ
Ἐν ταῖς ἐσχάταις ἡμέραις τοῦ ἑβδόμου αἰῶνος ἐπαναστατήσονται οἱ Ἀγαρηνοὶ καὶ περικυκλώσουσι τὰ τείχη τῆς Πόλεως Βυζαντίου, καὶ συναχθήσονται πάντα τὰ Ἔθνη ἐν αὐτῇ καὶ Ἑπτάλοφος στρέφει τὸ πρόσωπον αὐτῆς ἐπὶ τὴν δύση τοῦ ἡλίου καὶ οὐαὶ Σοὶ Ἑπτάλοφε, ἐκ τῆς τοιαύτης ὀργῆς, ὅταν κυκλωθεῖς ὑπὸ στρατοπέδου πολλοῦ καὶ κυριευθεῖς ὡς διὰ μικροῦ πράγματος, καὶ τὰ ὡραῖα σου τείχη πεσοῦνται ὡσεὶ καλιά, καὶ πατήσει τὸ μειράκιον ἐπὶ Σὲ χαλινῶ,
τὸ σκῆπτρον θήσει, καὶ ἐν αὐτῷ οὐ μένει καὶ βάλει τᾶς χεῖρας αὐτοῦ εἰς τὰ Ἅγια τοῦ Θεοῦ θυσιαστήρια, καὶ τὰ Ἅγια ἀποκρούσουσι καὶ τρώσουσι τοὺς υἱοὺς τῆς ἀπωλείας, καὶ μετὰ ταῦτα ἐγερθήσεται ὁ ὄφις ὁ κοιμώμενος καὶ πατάξει τὸν κόρακα, καὶ τὸ διάδημα αὐτοῦ, ἀνακολπωσάμενος.
Καὶ μεγαλυνθήσεται τὸ ὄνομα αὐτοῦ, πρὸς μικρόν, οἱ δὲ υἱοὶ τῆς ἀπωλείας στηρίξαντες δώσι τὰ πρόσωπα αὐτῶν ἐπὶ τὴν δύση τοῦ ἡλίου, καὶ οὕτω δώσει ὁ ὄφις ὁ κοιμώμενος θάνατον ὅσιον, καὶ κρατήσει ἐπὶ Ἑπταλόφου τὸ Ξανθὸν γένος, ἔξ ἢ πέντε, καὶ φυτευθήσονται ἐν αὐτῇ λάχανα, καὶ φάγονται ἐξ αὐτῶν πολλοὶ εἰς ἐκδίκησιν τῶν Ἁγίων, κρατήσουσι δὲ ἐπὶ τὴν ἀνατολὴν προνοητὲς τρεῖς, καὶ δύσει (ὀδεῖναι) ὁ προφητεύων, καὶ μετὰ τοῦτο ἐγερθήσεται αὐτόνομος, καὶ μετὰ τοῦτον ἕτερος λύκος ἀγριώδης, καὶ δείρωσι τοὺς Ἰσμαηλίτες, καὶ διώξουσιν αὐτοὺς ἕως Κολωνίαν, καὶ ταραχθήσονται καὶ τὰ καθήμενα  Ἔθνη, ἄτινα εἰσὶ ἐπὶ τὰ βόρεια μέρη, κινήσουσι μετὰ μεγάλης βίας καὶ δριμύτητος θυμοῦ, καὶ χωρισθήσονται εἰς τέσσαρας ἀρχάς, καὶ ἡ μὲν πρώτη χειμάσει εἰς Ἔφεσον, ἡ δὲ δευτέρα εἰς τὰ Μελάγια, ἡ τρίτη ἐν Ἀκροκάμπῳ ἠγοῦν εἰς τὴν Πέργαμον, καὶ ἡ τετάρτη εἰς Βιθυνίαν, καὶ σωρεύσουσι ξύλα πολλά, καὶ καταπατήσουσιν αὐτῆς τὰ ὅρια, τότε ταραχθήσονται τὰ ἔθνη καθήμενα ἐπὶ Νότου γωνίας, καὶ ἐγερθήσεται ὁ Μέγας Φίλλιπος μετὰ γλωσσῶν δεκαοκτώ, συναχθήσονται ἐν τῇ Ἐπταλόφω, καὶ συγκροτήσουσι πόλεμον, οἷς οὐ γέγονε πώποτε, καὶ δραμούσιν εἰς τὰς ἐμβολᾶς καὶ εἰς τὰς ρυμᾶς τῆς Ἑπταλόφου, καὶ ὁ φόνος τῶν ἀνθρώπων ὡς ποταμὸς κινήσει, καὶ θολωθήσεται ἡ θάλασσα ἐκ τοῦ αἵματος ὡς τὰ βάθη τῆς ἀβύσου. Τότε ὁ βοὺς βοήσει καὶ ἡ ξηρόλαφος θρηνήσει, καὶ τότε σταθώσιν οἱ ἵπποι, καὶ φωνὴ ἐξ οὐρανοῦ κράξει, στῶμεν, στῶμεν, εἰρήνη ὑμὶν ἀρκεῖ ἡ ἐκδίκηση αὔτη ἐπὶ τοὺς ἀπειθεῖς καὶ ἀνηκόους, καὶ ἀπέλθετε ἐπὶ τὰ δεξιὰ μέρη τῆς Ἑπταλόφου καὶ ἐκεῖ εὐρήσεται ἄνθρωπον ἐπὶ δυὸ κίονας ἱστάμενον ἐν κατηφείῳ πολλή, (ἔσται δὲ λαμπρὸς τὸ εἶδος, δίκαιος, ἐλεήμων, φορῶν πενιχρά, τῇ ὄψει αὐστηρὸς καὶ τῇ γνώμη πρᾶος) ἔχοντα ἐπὶ τὸν δεξιὸν αὐτοῦ πόδα καλάμου τήλωμα, καὶ φωνὴ ὑπὸ τοῦ ἀγγέλου κηρυχθήσεται, συνήσατε αὐτὸν βασιλέα, καὶ δώσουσιν αὐτῶ εἰς τὴν  δεξιὰ χεῖρα ρομφαῖαν παρὰ τοῦ ἀγγέλου, πατάξει τοὺς Ἰσμαηλίτας Αἰθίοπας, καὶ πᾶσαν γενεὰν ἄπιστον. Τοὺς δὲ Ἰσμαηλίτες μερίσει εἰς τρία μέρη καὶ τὴν μὲν πρώτη ἐν ρομφαῖᾳ τὴν δὲ δευτέρα βαπτίσει, τὴν τρίτη καταδουλώσει ἐν τῇ Ἀνατολὴ καὶ ἐν τῷ ὑποστρέφεσθαι αὐτόν, ἀνοιχθήσονται οἱ θησαυροὶ τῆς γῆς, καὶ πάντες πλουτίσωσι, καὶ οὐδεὶς ἐξ αὐτῶν πένης, καὶ ἡ γῆ ἀποδώσει τὸν καρπὸ αὐτῆς ἐκατονταπλασίονα, τὰ δὲ ὄπλα τὰ πολεμικὰ γενήσονται εἰς ἄροτρα καὶ δρέπανα καὶ βασιλεύσει ἔτη τριάκοντα πέντε, καὶ μετὰ τὴν τελευτὴν αὐτοῦ, βασιλεύσει ἔτη δώδεκα, καὶ Οὗτος προεῖδε τὸν θάνατον Αὐτοῦ, καὶ Οὗτος πορεύσεται εἰς Ἱεροσόλυμα καὶ παραδώσει τὴν Βασιλείαν Αὐτοῦ τῷ Θεῷ, καὶ ἔκτοτε βασιλεύουσιν οἱ τέσσερις αὐτοῦ, καὶ ὁ μὲν πρῶτος βασιλεύσει ἐν τῇ Ρώμη ὁ δεύτερος ἐν Ἀλεξανδρείᾳ, ὁ τρίτος ἐν Θεσσαλονίκη καὶ ὁ τέταρτος ἐν Ἐπτάλοφῳ. Οὗτοι ἀλληλομαχήσαντες στρατοπεδεύσουσιν ἐπ' ἀλλήλους, καὶ τοὺς ἱερεῖς καὶ μοναχοὺς στρατοπεδεύσουσι, καὶ οὐδεὶς ἐξ αὐτῶν σωθήσεται, καὶ ἐν τῷ μὴ εἶναι ἄνδρα δίκαιον βασιλεύσει γύναιον μιαρὸν καὶ ἀνέσχυντον ἐν τῇ Ἐπτάλοφω καὶ αὐτὴ μιανεῖ τὰ ἅγια τοῦ Θεοῦ θυσιαστήρια, καὶ αὔτη σταθεῖσα ἐν μέσω τῆς Ἑπταλόφου κηρύξει φωνὴ μεγάλη λέγουσα, τὶς Θεὸς πλὴν ἐμοῦ; Καὶ τὶς ὁ ἀνθιστάμενος ἐν τὴ ἐμὴ βασιλεία; Καὶ εὐθὺς σεισθήσεται ἡ Ἑπτάλοφος, καὶ καταποντισθήσεται σύμψυχος ἐν βυθὸ ἀπωλείας, καὶ μόνος μέλλουσι θρηνεὶν τὴν Ἑπτάλοφον, καὶ οὗτος βασιλεύσει ἐν Θεσσαλονίκῃ ἕτερος ἐπὶ χρόνου μακροῦ, εἴτα καταποντισθήσεται καὶ ἡ Σμύρνη καὶ ἡ Κύπρος ἀπὸ ἀνεμοστροβίλου θαλάσσης, καὶ τότε βασιλεύσει ὁ Ἀντίχριστος, καὶ πράξει κατὰ φαντασίαν φοβερὰ καὶ ἐξαίσια πράγματα, ὥστε εἰ δυνατὸν καὶ τοὺς ἐκλεκτοὺς πλανήσει, καθ' ἄφησι Κύριος, μέλλει γὰρ γεννη-θήναι ἐξ' Ἑβραίων, φυλῆς Δᾶν, ἐκ μιαρᾶς παρθένου ἄνθρωπος, ἐνδεδυμένος καθάπερ ὁ Διάβολος, καὶ τὸ μὲν πρῶτον δείξαι πραότητα, ταπείνωσιν εἰς τὸν κόσμον, καὶ ὑπόκριση δείξει εἰς τοὺς  ἀνθρώπους,  καὶ  τότε  μέλλει  ὑπό  τοῦ  πλήθους  ἀγαπηθήναι,  καὶ  ἀναγορευθεῖς βασιλεὺς ποιήσει ἐξαίσια ἔργα, ἀγαπήσει δὲ πρώτον τοὺς Ἰουδαίους, καὶ τὸν κατεστραμένον ναὸν ἀνοικοδομήσει, καὶ γενήσονται λοιμοὶ καὶ λιμοί, καταποντισμοὶ κατὰ τόπους, καὶ ὕδατα ἀποφράξουσιν, ὁ οὐρανὸς οὗ δώσει τὴν δρόσον αὐτοῦ ἐπὶ τὴν γῆ, καὶ κρατήσει ὁ τρισκατάρατος οὗτος δαίμων ἔτη τρία καὶ μῆνας ἔξ, τότε κολωβοθήσονται αἱ ἡμέραι, καὶ ὁ χρόνος ὡς μὴν διαβήσεται, καὶ ὁ μὴν ὡς ἑβδομάς, ὡς μία ἡμέρα καὶ ἡ ἡμέρα ὡς ὥρα. Μετὰ οὒν τὴν συμπλήρωση, βρέξει ὁ Θεὸς πῦρ ἐπὶ τὴν γῆ, καὶ ἡ γῆ κατακαήσεται πήχεις τριάκοντα, τότε βοήσει ἡ γῆ πρὸς Κύριον, καὶ δημιουργὸν αὐτῆς λέγουσα, Παρθένος εἰμί, Κύριε ἐνώπιόν Σου, καὶ οὐκ ἔστιν ἐν ἐμοὶ ἁμαρτία, τότε οἱ οὐρανοὶ ὡς βιβλίον ἔσονται, καὶ οἱ ἄγγελοι τοῦ Θεοῦ σαλπίσουσι τὶς ἑαυτῶν σάλπιγγας καὶ οἱ ἀπ' αἰῶνος δίκαιοι ἀναστήσονται, καὶ στηθήσονται ἐκ δεξιῶν του Ὑψίστου, οἱ δὲ ἁμαρτωλοὶ ἐξ εὐωνύμων. Καὶ οἱ μὲν δίκαιοι ἀπελεύσονται εἰς τὸν Παράδεισον, οἱ δὲ ἁμαρτωλοὶ εἰς τὴν Κόλασιν, καὶ πρὸς τὸν βύθιον δράκοντα ἐν βυθῷ Ταρτάρου, ἵνα σὺν τοῖς ὑπουργοῖς αὐτοῦ αὐτὸν προσκυνώσι καὶ βασιλέα αὐτὸν ἐπιγράψαντες, κολάζονται αἰωνίως. Ἠμᾶς δὲ πάντας γένοιτο ἐπιτυχεῖν τῆς Χριστοῦ βασιλείας, προσκυνεὶν δὲ Πατέρα, Υἱὸν καὶ Πνεῦμα Ἅγιον, τὴν μίαν θεότητα καὶ βασιλεία ἐν Χριστῷ τῷ Κυρίῳ ἠμῶν ὧ ἡ δόξα εἰς τοὺς αἰῶνες τῶν αἰώνων. Ἀμήν.

Δεν υπάρχουν σχόλια: