PAGES

ΠΡΟΦΗΤΕΙΑ ΑΓΙΟΥ ΑΝΔΡΕΟΥ ΤΟΥ ΔΙΑ ΧΡΙΣΤΟ ΣΑΛΟΥ

ΑΓ.ΑΝΔΡΕΟΥ
ΠΡΟΦΗΤΕΙΑ ΑΓΙΟΥ ΑΝΔΡΕΟΥ ΤΟΥ ΔΙΑ ΧΡΙΣΤΟ ΣΑΛΟΥ
Εἶπεν ὁ μακάριος Ἀνδρέας : «Ἡ πόλη αὕτη ἡ ἐπάνω πολλῶν ἐθνῶν προκαθημένη, ἀνάλωτος ἔθνεσι γενήσεται καὶ ἀχείρωτος, ἡ γὰρ Θεοτόκος ἐν τῇ σκέπη τῶν ἰδίων πτερύγων ταύτην ἐσκέπασε καὶ ἐφύλαξε, καὶ ταῖς πρεσβείαις αὐτῆς ἄτρωτος διαφυλαχθήσεται, πλὴν ἔθνη πολλῶ δώσουσι τὰ τείχη αὐτῆς, καὶ μηδὲν ἐξ αὐτῶν συντρίψαντες, ἐν αἰσχήνῃ ἀναχωρούσι. Καὶ ἐξ αὐτῆς πλουτήσουσιν ἔθνη καὶ τῶν Ἰουδαίων αὐτῆς ἀπολαύσωσι.
Λόγος δὲ τὶς φέρεται ὅτι θὰ εἰσέλθει τὸ ἔθνος τῶν Ἀγαρηνῶν, καὶ ἱκανὰ πλήθη τῇ μάχαιρα αὐτῶν κατασφάξωσιν· ἐγὼ δὲ φημί, ὅτι καὶ τὸ ξανθὸν ἔθνος εἰσελεύσεται, οὗτινος ἡ προσηγορία πρόκειται ἐν τῷ δεκάτῳ ἐβδόμω στοιχείω τῶν εἰκοσιτεσσάρων στοιχείων ἀνακεφαλαιομένων (=Ρ, δηλ. Ρωσσία), ἀλλ' εἰσελεύσεται μὲν καὶ τὰ κῶλα τῶν ἁμαρτωλῶν ἐπὶ ἐδάφους καταστρώσουσιν· οὐαὶ δὲ αὐτοῖς ἀπὸ τῶν δύο ὀρπήκων, ὧν αἱ ρομφαίαι αὔραι, καὶ ὀξείαι δρέπανοι, πυρρὸν ἐν θέρει συγκόπτουσι, καὶ εἰς τὰ ὀπίσω οὐ μὴ ἀνθυποστρέψουσιν οὐκέτι, οὒδ' οὐ μὴ ἐνταύθα ἐγκαταληφθήσονται.
Περὶ ἀρχῆς δὲ ὠδίνων καὶ περὶ συντελείας, πῶς σοὶ ἀδακρυτὶ διεξέλθωμεν τέκνον; Ἐν γὰρ ταῖς ἔσχαταις ἡμέραις ἀναστήσει ὁ Θεὸς Βασιλείαν ἀπὸ πενίας, καὶ πορεύσεται ἐν δικαιοσύνῃ καλεῖ, καὶ γενήσεται δι' ἐλεημοσύνης πολλῆς, τοὶς πάσιν εὐάρεστος, καὶ τοὺς πένητας, πλουσίους ἀπηργάσηται καὶ ἔσται εἰρήνη, ὂν τρόπον ἐπὶ τῶν ἡμερῶν τοῦ Νῶε, διὰ τὸ μὴ ποιεῖν πόλεμον πώποτε. Ἔσονται γὰρ οἱ ἄνθρωποι πλούσιοι σφόδρα, καὶ ἐν γαλήνη βαθεία, ἐσθίοντες καὶ πίνοντες, γαμοῦντες καὶ ἐγαμίζοντες, ἐν ἀδείᾳ πολλὴ πορευόμενοι, καὶ ἀμερίμνως τοῖς γηΐνοις ἐπαναπαυόμενοι, καὶ ἐν τῷ μῇ εἶναι πόλεμον ἐπὶ τῆς γῆς, συγκόπτουσι τὰς σπάθας αὐτῶν καὶ τὰ βέλη εἰς ζιβίνας καὶ εἰς δρέπανα, καὶ εἰς ἐργαλεῖα γεηπονικά. Καὶ μετὰ ταῦτα δώσει τὸ πρόσωπον αὐτοῦ ἐπὶ ἀνατολᾶς, καὶ ταπεινώσει τοὺς υἱοὺς Ἀγὰρ· Ὀργισθήσεται γὰρ αὐτοῖς ὁ Κύριος διὰ τὴν βλασφημία αὐτῶν, δι' ὧν ἐβλαφήμησαν εἰς τὸν Κύριον ἠμῶν Ἰησοῦν Χριστόν, καὶ δι' ὧν τὴν τῶν Σοδόμων ἀσθένειαν κατεργάζονται· πολλοὶ δὲ ἔξ αὐτῶν, τὸ ἅγιον Βάπτισμα κομισάμενοι, εὐάρεστοι γεννήσονται, καὶ τιμηθήσονται παρὰ τοῦ εὐσεβοῦς βασιλέως ἐκείνου· τοὺς δὲ ὑπολοίπους ὀλέσει καὶ ἐμπρήσει καὶ ἐξολοθρέυσει, καὶ βίαιω θανάτω παραδώσει. Ἐν τοὶς καιροὶς ἐκείνοις ἀποκατασθήσεται πάσα ἡ ὑφήλιος, καὶ τὸ καὶ τὸ Ἰλλυρικὸν τῇ βασιλεία Ρωμαίων καὶ ἡ Αἴγυπτος κομίσει τὰ πάντα αὐτῆς. Καὶ θήσει τὴν χεῖρα αὐτοῦ τὴν δεξιὰ εἰς τὰ κύκλω ἔθνη, καὶ ἡμερώσει τὰ ξανθὰ ἔθνη, καὶ τοὺς μισοῦντας αὐτὸν τροπώσηται· τριάκοντα καὶ δύο ἔτη κρατήσει τῆς βασιλείας. Δώδεκα ἔτη κῆνσον καὶ δώματα οὐ λήψεται· ἀναστήσει δὲ τὰ θυσιαστήρια τὰ συντετριμμένα, καὶ ναοὺς ἁγίων οἰκοδομήσει.
Δίκη οὐκ ἔσται ἐν ταῖς ἡμέραις αὐτοῦ· ἀλλ' οὔτε ὁ ἀδικῶν ἢ ὁ ἀδικούμενος· πτήξει γὰρ ἀπὸ προσώπου αὐτοῦ πάσα ἡ γῆ· καὶ φόβο ποιήσει τοὺς υἱοὺς τῶν ἀνθρώπων σωφρονείν, καὶ τοὺς παρανομοῦντας τῶν μεγιστάνων αὐτοῦ ἐξολοθρέυσει ἐν τοὶς καιροὶς ἐκείνοις· καὶ πᾷς χρυσός, ὃς ἔστιν ἐν οἰωδήποτε τόπω κρυπτόμενος, νεύσει Θεοῦ ἀποκαλυφθήσεται τῷ βασιλεῖ ἐκείνω· καὶ αὐτὸς σκορπίσει πάντα τὰ ἀγαθὰ τοὶς χρείαν ἔχουσι. Καὶ πλουτήσουσιν οἱ μεγιστᾶνες αὐτοῦ καὶ ἔσονται ὡς βασιλεῖς, καὶ οἱ πένητες ὡς ἄρχοντες· καὶ αὐτῶ ζῆλος μέγας, τοῦ καταδιώξαι τοὺς Ἰουδαίους· Ἰσμαηλίτης δὲ οὒχ εὐρεθήσεται ἐν τὴ πόλει ταύτη· καὶ αὐτὸς μεγάλα κατορθώματα ποήσει· καὶ οὐκ ἔσται ὁ λυρίζων, ἢ κιθαρίζων, ἢ τραγῳδῶν ἢ τί αἰσχρὸν πρᾶγμα ἐργαζόμενος· Πάντας γὰρ τοὺς τοιούτους μισήσει, καὶ ἐξολοθρεύσει ἐκ πόλεως Κυρίου πάντας τους ἐργαζόμενους τὴν ἀνομίαν.  Ἔσται οὖν χαρὰ τότε καὶ ἀγαλλίαση, καὶ ἀγαθὰ ἐκ τῆς γῆς ἀνατέλει πλούσια, καὶ ἔσται ὂν τρόπον ἤσαν ἐπὶ ἐν γαλήνη καὶ εἰρήνη εὐφραινόμενοι, μέχρις οὐ ἦλθεν ὁ κατακλυσμὸς καὶ ἦρεν ἅπαντας· παρελθόντος οὖν τοῦ σκήπτρου τούτου, τότε γενήσεται ἀρχὴ ὠδίνων.
Τότε ἐγερθήσεται ὁ υἱὸς τῆς ἀπωλείας ὀνόματι Ἀρὰν χιλίαρχος καὶ βασιλεύσει ἐν τῇ πόλει ταύτη, τρία ἔτη καὶ μῆνας ἔξ· καὶ ποιήσει ἀνομίαν, οἴα οὐ γέγονεν ἀπ' ἀρχῆς κόσμου, οὐδ' οὐ μὴ γενήσεται· δογμα-τίσει γὰρ καὶ νομοθετήσει, ὅπως μίγνυται πατὴρ θυγατρί, καὶ υἱὸς μητρι, καὶ ἀδελφὸς ἀδελφή, ἐκόντες καὶ ἄκοντες· ὁ δὲ ἀντερῶν ἢ ἀντιλέγων, θανάτω τελευτάτω· ὁ δὲ οὗτος ἀποθανῶν σὺν τῷ Προδρόμῳ Ἰωάννη καταταγήσεται ἐν τὴ ἡμέρα τῆς κρίσεως. Τότε κελεύσει ζευχθήναι μοναχοὺς μοναζούσαις καὶ τοὺς ἱερεῖς ὁμοίως, καὶ πληθυνθήσονται αἰ παράνομαι μίξεις ἐπὶ πᾶσαν τὴν γῆν, καὶ αὐτὸς πορνέυσει μητέρα καὶ θυγατέρα. Διὰ τὴν κατάρατον ἀκολασίαν, λύσιν λαβόντες οἱ μωροὶ καὶ ἀπαίδευτοι ἀσώτως ταῖς ἑαυτῶν ἀδελφαῖς ἐπιχρεμετίσουσι· καὶ ἀναβήσεται ἡ δυσωδία τῆς αἱμομιξίας ἐν τῷ οὐρανῷ, καὶ ὀργισθήσεται Κύριος ὁ Θεὸς ὅλην τὴν οἰκουμένη θυμὸ μεγάλω, καὶ ἐντελεῖται ταῖς βροντὲς καὶ ταῖς ἀστραπαὶς καὶ ἄρξονται μετὰ θυμοῦ αὐτῶν ἀκρατῶς φέρεσθαι ἐπὶ πᾶν τὸ πρόσωπον τῆς γῆς. Πολλαὶ δὲ πόλεις πυρίκαυστοι γενήσονται καὶ ἄνθρωποι ἐκ τοῦ πατάγου τῶν φοβερῶν ἐκείνων βροντῶν θροϊσμῶ μεγάλω παραλυθήσονται, καὶ κακῶς ἀποθάνωσι, καὶ πολλοὶ ἀστραπόκαυστοι γενήσονται.
Οὐαὶ δὲ τότε τὴ γῆ καὶ τὴ θαλάσση ἀπὸ τῆς ἀπειλῆς τοῦ Παντοκράτορος, καὶ τῆς ἀπείρου ὀργῆς τῆς ἐπερχομένης ἐπὶ πᾶσαν τὴν οἰκουμένην! Γενήσεται γὰρ λιμὸς ἐπὶ τὴν γῆν, ὥστε τελευτᾶν τοὺς ἀνθρώπους ὀξέως ἀπὸ τῆς πείνης· μετὰ δὲ ταῦτα γενήσεται σεισμὸς μέγας, ὥστε συμπεσεὶν ἅπαν οἰκοδόμημα καὶ πολλοὶ ἐκ τῶν ἐργαζομένων τὴν ἀνομίαν συγχωσθέντες κακῶς τὸν βίον καταλύσωσι. Γενήσεται δὲ ὁ ἥλιος μέλας καὶ σκοτεινός, καὶ ἡ σελήνη ὡς αἷμα διὰ τοὺς χοιρώδεις ἀνθρώπους, καὶ οἱ ἀστέρες πεσοῦνται ἐπὶ τὴν γῆν· πᾶν δὲ ὄρος καὶ πάσα νῆσος ἀπὸ τῆς ἕδρας τοῦ τόπου αὐτῶν, φόβω τοῦ σεισμοῦ καὶ τῆς ἀπειλῆς μετακινηθήσονται. Τότε οἱ ἱερεῖς τοῦ Θεοῦ μετὰ τῶν καταλειφθέντων ἐναρέτων, καὶ ἐγκρατῶν φύγωσιν ἐπὶ τὰ ὄρη καὶ τὰ σπήλαια.
Παταχθήσεται τοιγαροῦν τὸ σκῆπτρον τοῦτο τῆς ἀνομίας καὶ ἐν τῷ σκότει τῷ ἐξωτέρῳ βληθήσεται· μακάριοι δὲ οἱ κατασκηνώσαντες ἐν τὴ πρεσβυτέρα Ρώμη, ἢ ἐν Ἀρσενόνῃ, ἢ ἐν Στροβύλῳ, ἢ ἐν Ἀρμενοπέτρᾳ, ἢ ἐν Σκυθοπόλει. Ἐν ταὶς πόλεσι γὰρ ταύταις ἐπαναπαύσονται οἱ λαοί, ἐν δὲ ταὶς ἐτέραις πόλεσι πόλεμοι καὶ ταραχαί, κατὰ τὸν εἴποντα : «Μελλήσεται ἀκούειν πολέμους, καὶ ἀκοᾶς πολέμων» (Μάρκ. ιγ' .7) καὶ τὰ ἑξῆς. Μετὰ δὲ ταῦτα ἐγερθήσεται βασιλεία ἑτέρα ἐπὶ τὴν πόλην ταύτην, καὶ ὁ βασιλεὺς ἐκεῖνος βλοσυρὸς ἔσται καὶ μελάς, ἀρνητὴς τοῦ Θεοῦ καὶ τῶν ἁγίων, καὶ ἀλλότριος τῆς βασιλείας τῶν οὐρανῶν.
Ἀνοίξει γὰρ τὰς μυσαρᾶς βίβλους τῶν Ἑλλήνων, καὶ μετατραπήσονται εἰς τὸν Ἑλληνισμόν, καὶ ποιήσει πόλεμον μετὰ τῶν ἁγίων, καὶ διώξει τὴν Ἐκκλησίαν τοῦ Θεοῦ. Μετὰ γὰρ ἡμέρας τίνας τῆς βασιλείας αὐτοῦ τοὺς ναοὺς τῶν ἁγίων πυρὶ κατακαύσει, τὸν τίμιον σταυρὸν φοῦρκαν ὀνομάσει, τότε ποιήσει τὸ ἱερατεῖον εἰς πτῶσιν, καὶ συγκόψει τὸ κοινόν του λαοῦ κατὰ τᾶς δημοσίας ὁδούς. Ἐν γὰρ ταῖς ἡμέραις ἐκείναις, ἀναστήσονται γονεῖς ἐπὶ τέκνα καὶ τέκνα ἐπὶ γονεῖς καὶ θανατώσουσιν αὐτούς· παραδώσει γὰρ ἀδελφὸς ἀδελφόν, καὶ φίλος φίλους. Πολλοὶ δὲ τὸν Κύριον ἠμῶν Ἰησοῦν Χριστὸν ὁμολογήσαντες Θεὸν καὶ βασιλέα τῶν ἁπάντων τὸν τοῦ μαρτυρίου στέφανον ἀναδύσονται. Τότε τοὺς κατοικοῦντας ἐν ταὶς νήσοις ἐξεδαφίσας εἰς τὰ τῆς Θρᾴκης καὶ Μακεδονίας καὶ Στρυμόνος μέρη μετάγῃ, ἔσονται δὲ νῆσοι εἰς ἐρήμωσιν· κτύποι δὲ γενήσονται ἐν τῷ οὐρανῷ ἄνω φοβερώτατοι καὶ σεισμοὶ μεγάλοι, καὶ συμπτώματα πόλεων. Ἀναστήσεται γὰρ ἔθνος ἐπὶ ἔθνος καὶ βασιλεία ἐπὶ βασιλείαν καὶ ἔσται συντριμμὸς φοβερὸς ἐπὶ τῆς γῆς, θλῖψις καὶ στενοχωρὶα ἐπὶ τοὺς υἱοὺς τῶν ἀνθρώπων.
Τῷ καιρῷ ἐκείνω φανήσεται πῦρ ἀπηνθρακωμένον ἀπὸ τοῦ οὐρανοῦ ἕως τάχους ἀστραπῆς ἐπισκιάζον πᾶν τὸ πρόσωπον τῆς γῆς, πετεινῶν δὲ συνοχαὶ πολλαὶ ἐν τῷ ἀέρι γενήσονται, καὶ ὄφεων πλειόνων ἡ γῆ πληρωθήσεται, δακνόντων τοὺς ἐν πολλαὶς ἁμαρτίαις βιώσαντας καὶ μὴ μετανοήσαντας. Ταῦτα καὶ πάντα ἀρχὴ ὀδυνῶν εἰσιν· ἐν γὰρ ταὶς ἡμέραις ἐκείναις ἀποστελεῖ τοὺς ἁγίους ἀγγέλους αὐτοῦ ὁ Κύριος τους τεταγμένους ἐπὶ τῶν ἀνέμων, ἐξάγειν αὐτοὺς ἐκ τῶν θησαυρῶν αὐτοῦ, καὶ ἀναφράξωσι τὰς ἀναπνοᾶς αὐτῶν τοῦ μὴ ἀναπνεύσαι ὅλως ἄνετον ἐν ὅλῃ τὴ οἰκουμένη, ὥστε γένεσθαι θλῖψιν βιαίαν, βρασμὸν τὲ καὶ καύσωνα ἐπὶ προσώπου πάσης της γῆς, ὅπως στενοχωρηθέντες βλασφημήσωσιν ἐπὶ Κύριον τὸν Θεὸν ἠμῶν· τότε πᾶν χλωρὸν τὸ ἐπὶ τῆς γῆς φημί, καὶ τὰ ὑψηλότατα τῶν δένδρων ξηρανθήσονται καὶ πᾶν ὄρος καὶ βουνὸς ταπεινωθήσονται, καὶ τὸ τρίτον τῶν ζώντων τῶν τὲ κτηνῶν καὶ πετεινῶν καὶ ἑρπετῶν τῶν τιθασσῶν καὶ ἀτίθασσων τελευτήσουσι· γενήσεται δὲ ἡ θάλασσα εἰς αἷμα καὶ εὐθέως τὸ τρίτον μέρος τῶν ἰχθύων τελευτήσει, διότι ὠργίσθη αὐτοῖς ὁ Θεὸς διὰ τᾶς ἁμαρτίας τῶν ἀνθρώπων καὶ τὸ ἀμετανόητον αὐτῶν· μισήσουσι γὰρ ἀλλήλους οἱ ἄνθρωποι ἀπὸ πολλῆς κακίας αὐτῶν, μὴ βουλόμενοι βλέπειν, ἢ διορθούσθαι εἰς τὰ κρείτονα καὶ σωτηρίας ἐχόμενα, ἀλλ' «ἐν τῷ πληθυνθήναι τὴν ἀνομίαν», καθὼς ὁ Κύριος εἶπε· «ψυγήσεται ἡ ἀγάπη τῶν πολλῶν» (Μὰτθ - ΚΔ. 12).
Τελευτήσαντος δὲ καὶ τούτου  τοῦ σκήπτρου, τότε ἔρχεται ὁ ἀπὸ Αἰθιοπίας ἀπὸ τοῦ πρώτου κέρατος, ὅν φάσι δώδεκα ἔτη κρατήσειν τῆς βασιλείας τοὺς οἴακας· οὗτος γὰρ βασιλεύσει ἐν εἰρήνῃ, τοὺς ἁγίους οἴκους τοὺς ὑπὸ τὸν πρὸ αὐτοῦ συμπτωθέντας ἀναστήσει, ἐπιστρέψει τὲ καὶ ταῖς νήσοις τὸν λαὸν αὐτῶν ἅπαντα, καὶ ὡς ἀγαθὸς ἀγαπηθήσεται ὑπὸ τοῦ λαοῦ, καὶ εὐλογηθήσεται ἐν παντὶ ἔθνει, καὶ ἔσται χαρὰ καὶ ἀγαλλίασις ἐν ὄλῳ τῷ κόσμῳ, ἕως οὗ τὸ σκῆπτρον τοῦτο παρελεύσεται. Ἐλεύσεται δὲ μετ' αὐτὸν ὁ ἐξ ἀραβίας, ἐνιαυτὸν ἡμερῶν· καὶ ἐν τὰς ἡμέραις αὐτοῦ, ὃς κέκτηται ἐκ τοῦ τιμίου ξύλου μερίδα, ἀνοίξωσι τὸν θησαυρῶν αὐτῶν καὶ κενοὺς εὔρωσι. Νεύσει γὰρ τοῦ Παντοκράτορος Θεοῦ ἐνωθήσωνται τὰ ἅγια τμήματα καὶ κένηται ὁλόκληρος καὶ ἀκέραιος, καθὼς προσηλώθη ἐν αὐτῷ Χριστὸς ὁ Θεὸς ἠμῶν, καὶ δοθή-σεται τῷ βασιλει. Ὁ δὲ λαβῶν αὐτὸν πορεύσεται ἐν τῇ πόλει Ἱερουσαλήμ, καὶ γενόμενος ἐν τῷ τόπῳ τοῦ Κρανίου οἰκείας χερσὶ παραδώσει τὸν τίμιον Σταυρόν, τὸ τε διάδημα τὸ ἐπὶ τῆς κεφαλῆς αὐτοῦ κείμενον, ἐπὶ τὴν κορυφὴν τοῦ σταυροῦ θέμενος, ἀνυψώσας, ἔρει· Κύριε Ἰησοῦ Χριστέ, τετέλεσθαι καὶ πεπλήρωται ἡ ψῆφος καὶ ὁ ἀριθμὸς τῶν ἐτῶν, ὧν προτεθησαύρικας τῇ βασιλεία τῶν Ρωμαίων, δέξαι σου τὸ ἀοίδιμον καὶ θαυμάσιον δόρυ, σὺν αὐτῶ δὲ καὶ τὸ πνεῦμα μου. Καὶ εὐθέως ἄγγελος Κυρίου ἐκ τοῦ οὐρανοῦ καταπτᾶς ἄρει τὸν τίμιον Σταυρὸν σὺν τῷ διαδήματι, καὶ τὴν ψυχὴν τοῦ βασιλέως.
Τότε παρέρχεται ἡ βασιλεία τῶν Ρωμαίων· τῶν γὰρ Χριστιανῶν ἡ βασιλεία ὁ σταυρὸς κεχρημάτικεν. Μακάριοι εἰσιν οἱ φύγοντες ἐκ τῆς πόλεως ταύτης καὶ ἀπερχόμενοι ἐν ἐρήμοις, καὶ σπηλαίοις καὶ ὀπαῖς τῆς γῆς. Μετὰ ταῦτα ἀναστήσονται ἐν τὴ πόλει ἠμῶν τρεῖς νεώτεροι, μωροὶ καὶ ἀναιδεῖς, καὶ ἐξωλέστατοι, καὶ κρατήσουσιν ἐπὶ τὸ αὐτὸ τῆς βασιλείας ἐν εἰρήνῃ ἡμέρας ἑκατὸν πεντήκοντα· ἐν δὲ τῷ μεταξὺ ἐκ διαβολικῆς ἐνεργείας μαχεσθέντες ἀλλήλοις δώσωσι πόλεμον καθ' εὐατοὺς ἰσχυρόν. Ἀπάρας οὖν ὁ πρῶτος εἰσελεύσεται ἐν Θεσσαλονίκῃ, καὶ ἔρει· Θεσσαλονικέων ἡ πόλις, σὺ νικήσεις τοὺς ἐχθρούς σου, καύχημα γὰρ ἁγίων σὺ ὑπάρχεις, καὶ ἠγίασε σὲ ὁ Κύριος. Τηνικαύτα στρατεύσει ὁ λαὸς αὐτοῦ ἀπὸ ἑπτα-ετοῦς καὶ ἀνωτέρω, στρατεύσει δὲ καὶ τοὺς ἱερεῖς καὶ τοὺς μονάζοντας, καὶ ποιήσει αὐτοὺς φορέσαι ἅρματα πολεμικά, καὶ κατασκευάσας πλοῖα μεγάλα πορεύσεται ἐν Ρώμῃ, καὶ στᾶς πρὸ τῶν πυλὼν αὐτῆς, ἐρεῖ· χαίροις Ρώμη τρίρρωμε, ἡ μαχαίρά σου ὀξεῖα, τὰ βέλη σου ἠκονημένα, ἔντιμος εἰ σύ, κραταιῶς τὴν πίστιν σου κάτεχε, μὴ ἀλλάξης αὐτὴν μέχρι τῆς συντελείας· μακάριοι οἱ κατοικοῦντες ἐν τοῖς οἴκοις σου.
Τότε στρατεύσει τὰ ξανθὰ γένη, καὶ ποιήσει ναοὺς καὶ ἐκδέξεται τοὺς ἑτέρους αὐτοῦ ἀναμέσον δήλου καὶ ἀδήλου. Ὁ δὲ δεύτερος μείραξ ἐκστρατεύσει καὶ αὐτὸς τὴν Μεσοποταμίαν καὶ τᾶς Κυκλάδας τῶν νήσων καὶ στρατεύσει τοὺς ἱερεῖς, καὶ τοὺς μονάζοντας, μανία δεινὴ κατὰ τῶν ἄλλων κινούμενος. Καὶ ἀπάρας ἔλθη ἐπ' ὀμφαλὸν τῆς κτίσεως· τίνες δὲ λέγουσι τὴν Ἀλεξάνδρειαν ὀμφαλὸν εἶναι τῆς οἰκουμένης.
Ἐκεῖσε οὒν αὐτὸς εἰσδέξεται τοὺς ἑτέρους αὐτοῦ, μεθ' ὧν ὀφείλει συνάψαι τὸν πόλεμον. Καὶ τρίτος ἐξελεύσεται καὶ αὐτὸς ἐκ τῆς πόλεως, καὶ στρατόπεδεύσει Καρίαν, Φρυγίαν, Ἀσίαν, τὴν Ἀρμενίαν Γαλατίαν τὲ καὶ Ἀραβίαν· καὶ ἐν Συλαίῳ γενόμενος, τάδε ἐρεῖ πρὸς αὐτὸ : Σύλαιον ἐπικέκλησαι, ἀλλ' οὐ συλλυθήσει οὐδὲ παραληφθήσει παρ' οὐδενὸς τῶν πολεμούντων σέ. Ταῦτα εἰρηκῶς ἀπάρας τὰ στρατεύματα αὐτοῦ ἐν λαῷ ἀσυνθέτω γενήσεται. Μετὰ οὒν τὸ συναχθήναι αὐτοὺς ἐπὶ τὸ αὐτὸ κατέναντι ἀλλήλων, συγκρουσμοὺ γεγονότος μεληδὸν ἀλλήλους κατακόψουσιν ὥσπερ ἐν μακέλῳ τὰ πρόβατα· καὶ ἀποκτανθήσονται οἱ τρεῖς βασιλεῖς μετὰ τοῦ πλήθους παντός, καὶ ἐκχυθήσεται τὸ αἷμα αὐτῶν ἐπὶ τῆς γῆς, ὡς πλημμύρα βροχῆς ὕδατος, ὥστε μὴ καταληφθήναι τίνα ἐξ αὐτῶν.
Τότε συγκραθήσεται ἡ θάλασσα ἀπὸ τοῦ αἵματος αὐτῶν σημείοις δώδεκα, καὶ ἔσονται πᾶσαι αἱ γυναῖκες χήραι· ἑπτὰ γὰρ γυναῖκες ζητήσουσιν ἕναν ἄνδρα καὶ οὒχ εὐρήσουσι, μέχρις ὄτε ἐξ ἀλλοδαπῆς γῆς ἀκούσαντες ἤξουσιν, οἱ καὶ ληφθέντες ἀνήλικοι· ἀνδρυθέντες δέ, ἔσονται ὡς χοῖροι ἀπὸ πολλῆς ἀσωτείας μὴ αἰσθανόμενοι. Τότε μακάριοι καὶ τρισμακάριοι οἱ ἐν ὅρασι καὶ σπηλαίοις τῷ Κύριῳ δουλεύοντες, ἐπειδὴ τὰ δημοσίως γενόμενα δεινὰ οὗ θεάσονται, ἀλλ' ἔσονται ἰδίως ἐκδεχόμενοι τὴν μετὰ τοῦ ἀντιχρίστου μάχην καὶ πόλεμον· οἱ ἠδύνατοι ἄρνες, οἱ μέλλοντες διὰ Χριστὸν θύεσθαι ὑπὸ τοῦ πονηροῦ Δᾶν, λέγω δὴ τοῦ παμπονήρου διαβόλου ἤτοι τοῦ ἀντιχρίστου.
Τότε διὰ τὸ μὴ εἶναι ἐν τῷ καιρῷ ἐκείνω ἄνδρα αἰδέσιμον, ἀλλὰ πάντας της ἀπωλείας, ἀναστήσεται γύναιον πονηρὸν καὶ αἰσχρότατον ἀπὸ τοῦ Πόντου, καὶ βασιλεύσει ἐν τὴ βασιλίδι τῶν πόλεων· αὕτη δὲ γενήσεται βακχεύτρια, μάγισσα, καὶ φαρμακός, καὶ ἀπαξαπλῶς τοῦ διαβόλου θυγάτηρ. Ἐν γὰρ ταῖς ἡμέραις αὐτῆς ἔσονται ἐπιβουλαὶ καὶ σφαγαὶ κατὰ τᾶς ρύμας τῆς πόλεως· ἀποκτενεῖ γὰρ ἕκαστος, εἰ δυνάμεως ἔχει, τὸν πλησίον αὐτοῦ, καὶ υἱὸς πατέρα, καὶ πατὴρ υἱόν, μήτηρ θυγατέρα, καὶ θυγατέρα μητρί, ἀδελφοὶ ἐπαναστήσονται ἀλλήλοις καὶ κατασφάξουσι, καὶ ἔσται κακία πολλή, καὶ μῖσος ἐν τοὶς υἱοὶς τῶν ἀνθρώπων, καὶ φόνοι ἀναρίθμητοι ἐν τὴ πόλει ταύτη.
Ἐν δὲ τὴ ἅγια Ἐκκλησία ἔνδοθεν ἔσονται ἀσέλγειαι, μοιχείαι, ἀσωτείαι, αἱμομιξίαι, κιθάραι τὲ καὶ ὀρχήσεις, χλευασμοὶ τὲ καὶ παίγνια, ἄπερ ἄνθρωπος οὔτε εἶδεν οὔτε ἤκουσε. Καὶ γὰρ ἡ βασιλὶς ἐκείνη ἡ ἀκάθαρτος, θεὰν ἑαυτὴν ὀνομάζουσα καὶ Θεῶ μαχομένη, κόπρω μιανεῖ τὰ ἅγια θυσιαστήρια, καὶ πλυνεῖ τὸ σῶμα αὐτῆς ὕδατι καὶ μολύνει πάντα τὸν λαόν, καὶ ἀποστρέψει τὸ πρόσωπον αὐτῆς ἀπὸ τοῦ Θεοῦ, καὶ ἐνυβρίσει τὰ ἅγια τῶν ἁγίων, καὶ ἁρπάσει τὰ σκεύη τὰ τίμια ἀπὸ τῶν ἁγίων Ἐκκλησιῶν, τοὺς τὲ τιμίους σταυροὺς καὶ τὰς σεβασμίους εἰκόνας, τὰ τε Εὐαγγέλια καὶ τοὺς Ἀποστόλους, καὶ πᾶσαν βίβλον ἱερὰν συναθροίσει ἐπὶ τὸ αὐτό, καὶ ποιήσασα σωρὸν μέγαν καὶ βάλουσα πῦρ καταφλέξει πάντα, καὶ τὰς Ἐκκλησίας καταστρέψει μέχρις ἐδάφους· ζητήσει καὶ λείψανα ἁγίων του κατακαύσαι αὐτὰ καὶ οὐχ εὐρήσει· ὁ γὰρ Θεὸς ἀοράτω δυνάμει ἀπὸ τῆσδε τῆς πόλεως μεταγάγει αὐτά.
Τότε ἡ τάλαινα τῆς μεγάλης Ἐκκλησίας τῆς τοῦ Θεοῦ Σοφίας καταστρέψει τὴν ἁγίαν Τράπεζαν, καὶ τὸν τόπον τοῦ ναοῦ μιάνασα σταθεῖσα κατὰ ἀνατολᾶς φρυαττομένη, ἐρεῖ πρὸς τὸν Ὕψιστον : μὴ κατώκνησα, ὦ λεγόμενε Θεέ, ἁπαλίψαί σου τὸ μνημόσυνον ἀπὸ τῆς γῆς· ἴδε τί σοὶ ἐποίησα καὶ ἔκαμον, καὶ οὐκ ἠδυνήθης κὰν τριχός μου ἐφάψασθαι· μεῖνον μοὶ μικρόν, καὶ ἂν εἰμι ἐνταύθα καὶ τὸ στερέωμα χαλῶ, καὶ δείξω σοὶ τὶς ὁ ἓν Θεοῖς δυνατώτερος φημὶ καὶ Θεαῖς. Ταῦτα λαλήσει ἡ γάγγραινα, ἢ καὶ πλείονα, καὶ δράσει χείρονα εἰς ὕψος ἀποπτύουσα καὶ λίθους πέμπουσα· ἐῶ γὰρ λέγειν αὐτῆς τὰ δεινότερα.
Ἐν γὰρ τῷ καιρῷ ἐκείνω κλίνει Κύριος ὁ Θεὸς ὁ Παντωκράτωρ τὸ τόξον αὐτοῦ, καὶ τὸν θυμὸν αὐτοῦ, καὶ φοβερὰ δυνάμει τῆς ἰσχῦος αὐτοῦ ἐκτενεῖ τὴν χεῖρα αὐτοῦ ἐπὶ τὴν μεγάλη πόλη ταύτην· καὶ δράξηται αὐτῆς ἐν ἰσχύϊ, καὶ τῷ δρεπάνῳ τῆς δυνάμεως αὐτοῦ ὑποτεμεῖ τὸν χοῦν τὸν ὑποκάτω τῆς πόλεως ταύτης, καὶ ἐρεῖ τοὶς ὕδασι τῆς ἀβύσσου τοῦ καταπιεὶν αὐτήν, ἄπερ φοβερῶς ὑπακούσαντα ἐξ ἑκατέρων τῶν μερῶν τάχει σφοδρῶ καὶ ἤχω φοβεροτάτω ἀναβλύσουσι, καὶ τὸ ὑποκάτω αὐτῆς ἀνασπάσει ἀπὸ τῆς γῆς, καὶ ἐπάρει αὐτὸ εἰς ὕψος ὡς μύλον γυροβολούμενον, φρίκη πολλή, ὥστε θρηνεὶν καὶ ὀδύρεσθαι, κράζειν τὲ οὐαὶ τοὶς ἐν μέσω τῆς πόλεως. Οὕτως οὖν κατενεχθείσης αὐτῆς ἐν τῇ ἀβύσσω τὰ ἐξ ἑκατέρων τῶν μερῶν ἀναβλύσαντα ὕδατα σφοδρῶς κατακλύσαντα καὶ κατακαλύψαντα αὐτὴν τῷ φοβερῷ καὶ ἀχανεῖ πελάγει τῆς ἀβύσσου παραπέμψουσιν. Οὕτως οὖν, ὦ τέκνον μου Ἐπιφάνιε, ἡ πόλις ἠμῶν συντελεσθήσεται· καὶ ἄπερ δὲ σοὶ εἴρηκα ὄπισθεν ὅτι μέλλουσι συμβαίνειν τῷ κόσμῳ δεινά, ἐκεῖνα εἰσιν, ἄπερ ὁ Κύριος ἠμῶν Ἰησοῦς Χριστὸς ἔφησεν ἀρχὴν ὠδίνων.
Μετὰ δὲ τὴν παρέλευσιν τῆς πόλεως ταύτης, τὰ τῆς συντελείας συνίσταται. Φασὶ δὲ τίνες ὅτι μετὰ τὸν ἀφανισμὸν τῆς πόλεως καὶ τὸ πλήρωμα τῆς τῶν ἐθνῶν βασιλείας, μελλουσι τὰ σκῆπτρα Ἰσραὴλ ἐξανί-στασθαι, πρὸς τὸ βασιλεύσαι τὸν ὑπόλοιπον καιρόν εἰς ἀναπλήρωσι τοῦ ἑβδόμου αἰῶνος, φέροντες εἰς μαρτυρίαν τὸ ὑπὸ τοῦ Ἠσαΐου εἰρημένον : Καὶ ἔσται ἐν τοὶς ἐσχάταις ἡμέραις, φησίν, ἀρεῖ Κύριος ὁ Θεὸς σημεῖον ἐν τῇ συμπληρώσει τῶν ἐθνῶν ἐπὶ πάντα τὰ πρόβατα Ἰούδα, τὰ διεσκορπισμένα ἐν τοὶς ἔθνεσι, καὶ συνάξει τὸν ἀπεωσμένον Ἰσραὴλ ἐν τὴ ἅγια πόλει Ἱερουσαλὴμ· καὶ ἔσται τὸ Ἰσραὴλ ὡς τῇ ἡμέρα, ἧ ἐξῆλθεν ἐκ τῆς Αἰγύπτου (Ἠσαΐας ια 12-16) καὶ τὰ ἑξῆς. Καὶ ὑπὸ τοῦ μακαρίου Παύλου τοῦ ἀποστόλου τὸ εἰρημένον «Ὅταν, φησί, τὸ πλήρωμα τῶν ἐθνῶν ἤξη, τότε πᾷς Ἰσραὴλ σωθήσεται» (Ρωμ. ια 26). Καὶ οὗτοι μὲν οὕτω λέγουσι καὶ ἰσοφωνούσιν, Ἰππόλυτος δὲ ὁ μάρτυς ἔφησεν, ὅτι τὴ ἐπιδημία τοῦ ἀντιχρίστου πρῶτοι Ἰουδαίαοι πλανηθήσονται· καὶ ὁ Χριστὸς δὲ προμαρτυράμενος ἔλεγεν αὐτοῖς ὅτι, «Ἐγώ, φησίν, ἦλθον ἐν τῷ ὀνόματι τοῦ Πατρός μου καὶ οὗ λαμβάνετε μέ, ἄλλος ἐλεύσεται ἐν τῷ ἴδιῳ ὀνόματι καὶ ἐκεῖνον λήψεσθε καὶ ἐν τὴ ἁμαρτία ὑμῶν ἀποθανεῖσθε» (Ἰωάν. Ε 43).
Ὅτι μὲν οὖν συνάξει αὐτοὺς ὁ Θεὸς ἐν τῇ πόλει Ἱερουσαλήμ, καὶ τὰ αὐτοῦ αὐτοῖς ἀποδώσηται, εὔδηλον ὅπως τοῦ διασκορπισμοῦ τὴν ἐπ' ἀπωλεία πρόφασιν ἐν τῷ τέως ὑπ’ αὐτῶν ἐκκόψηται· ἔμελλον γὰρ λέγειν ἐν τὴ κρίσει ὅτι εἰ συνήγαγες ἠμᾶς εἰς Ἱερουσαλήμ, καὶ τὰ ὑμῶν ἀποκατέστησας, πάλαι ἂν ἐπι-στεύσαμεν τῷ Χριστῷ, τὴν ἀφορμὴ τοῦ φθόνου ἐξεώσαντος τοῦ ἕνεκεν προτιμηθήναι τὰ ἔθνη ὑπὲρ ὑμᾶς. Νῦν δὲ συναχθέντες, καὶ τὰ αὐτῶν ἀπολαβόντες, καὶ ἐν τῇ αὐτὴ ἀπιστία μείναντες, πῶς σωθήσονται;
Εὐθέως τοῦ ἀντιχρίστου ἐξερχομένου, ὧ καὶ πιστεύειν κατὰν τὴν φοβερὰν φωνὴν Θεοῦ μέλλουσι· Θεὸς γὰρ οὐ ψεύδεται, ὁ μονογενὴς ὁ εἴπων· «Ἐγὼ εἰμὶ ἡ ἀλήθεια καὶ ἡ ζωή» (Ἰωάν. ιδ. 6). Τέως δὲ ἐν τῷ συναχθήναι αὐτούς, ἐν πρώτοις τῆς ἀπολογίας αὐτοὺς ταύτης ἀποστερήσει· καὶ γὰρ ὁ Παῦλος αὐτοὺς σωθήσεσθαι εἴρηκεν οὐκ ἐκ τῆς αἰωνίου κολάσεως, ἀλλ' ἀντὶ τῆς τοσούτων ἐτῶν παρατάσεως, καὶ τῆς ἐπ' ἀλλοτρίας περιπλανήσεεως, καὶ τοῦ ὀνειδισμοῦ τῶν ἐθνῶν, καὶ τῆς ἀφάτου αἰσχύνης, ὅτι ἐν τοσαύτῃ, φησίν, ἀνάγκη, καὶ ἐν τοσούτῳ χλευασμῶ τοσαύτα ἔτη ὑπὸ τῶν ἐθνῶν κωμωδούμενοι, σωθήσονται τῆς δουλείας καὶ τοῦ ζυγοῦ, ὡς συναχθέντες εἰς τὰ ἴδια· οὐ μέντοι, ὡς προεῖπον, τῆς αἰωνίου κολάσεως ρυσθήσονται· οὓς γὰρ ἡ θλῖψις οὐκ ἔπεισε πιστεύσαι τῷ ζωωποιῷ καὶ μονογενῆ Υἱῶ τοῦ Θεοῦ, πῶς πέισει αὐτοὺς ἡ νομιζομένη χάρις; Καὶ τὰ ἑξῆς.
Ἐπιφάνιος εἶπεν : ἅφες πάτερ, πνευματικέ, περὶ τῶν ἐχθρῶν του σταυροῦ τοῦ Χριστοῦ, τοῦτο δὲ μοὶ ἀνάγγειλον, οἵτινες λέγουσι, μὴ συμποντίζεσθαι μετὰ τῆς πόλεως τὴν τοῦ Θεοῦ μεγάλην ἐκκλησίαν, ἀλλ' ἀοράτω δυνάμει κρεμασθήναι αὐτὴν ἐπὶ τοῦ ἀέρος. Ὁ δίκαιος ἔφη : τί λέγεις ὦ τέκνον, ψευδὴς ἐστιν ὁ λόγος οὗτος· μόνος δὲ μενεῖ ὁ ἐν τῷ φόρῳ στῦλος, καθότι κέκτηται τοὺς τιμίους ἥλους, αὐτὸς γὰρ μόνος μενεῖ καὶ σωθήσεται, ὥστε παραγενόμενα τὰ πλοῖα ἐν τούτῳ τοὺς σχοίνους αὐτῶν δήσαντα, κλαύσουσι καὶ θρηνήσουσι τὴν βαβυλῶνα ταύτην τὴν ἑπτάλοφον, λέγοντες· οὐαὶ ἠμίν, ὅτι ἡ πόλις ἠμῶν ἡ μεγάλη καὶ ἀρχαία βεβύθισται, ἐν ᾑ ἐσιόντες καὶ τᾶς πραγματείας ποιοῦντες, ἐπλουτοῦμεν καλῶς ἐμπορευόμενοι. Ἔσται καὶ τὸ πένθος αὐτῆς ἡμερῶν τεσσαράκοντα, καὶ ἀπὸ τῆς θλίψεως τῶν ἡμερῶν ἐκείνων δοθήσεται τὸ βασίλειον καὶ τὸ κράτος τὴ πρεσβυτέρα Ρώμη, ὠσαύτως καὶ ἐν τῷ Συλαιῷ καὶ ἐν τὴ Θεσσαλονίκη ὑποτασόμενα τῷ ἐν τῇ Ρώμη βασιλεύοντι, πρὸς τὰ τέλη ἤδη τοῦ κόσμου ἐγγίσαντος καὶ λοιπὸν ἄτονα τὰ πράγματα γενήσονται καὶ δυνότερα καὶ ὀλέθρια. Ἐν ἐκείνῳ γὰρ τῷ καιρῷ ἀποφράξει Κύριος ὁ Θεὸς τᾶς πύλας τὰς ἐν Ἰνδαλίᾳ (ἐν ἄλ. Ἰνδία), ἂς ἔκλεισεν Ἀλέξανδρος ὁ τῶν Μακεδόνων βασιλεύς, καὶ ἐξελεύσονται οἱ ἑβδομήκοντα δυὸ βασιλεῖς μετὰ τοῦ λαοῦ αὐτῶν, τὰ λεγόμενα ρυπαρὰ ἔθνη, τὰ βδελυρώτατα πάσης συγχασίας καὶ δυσωδίας καὶ διασκορπισθήσονται ἐν ταῖς χώραις ταῖς ὑπ' οὐρανόν, σάρκας ζώντων ἀνθρώπων ἐσθίοντες καὶ τὸ αἷμα πίνοντες, κύνας καὶ μυίας καὶ βατράχους νεμόμενοι καὶ πᾶσαν ρυπαρίαν. Οὐαὶ  δὲ τῇ οἰκουμένη πάση ἐν ἧ πορεύσονται ἀπὸ προσώπου αὐτῶν· τὰς μὲν οὖν ἡμέρας ἐκείνας, μὴ ἔστω χριστιανὸς Κύριε, εἰ δυνατὸν ἢν· ἀλλ' οἶδα ὅτι ἔσονται. Τότε αἱ ἡμέραι ἐκείναι σκοτισθήσονται δίκην θρηνούσαι ἐν τῷ ἀέρι διὰ τὸ μῖσος, ὅπερ τὰ βδελυρὰ ἐργάζονται ἔθνη· ὁ ἥλιος σκοτισθήσεται, καὶ ἡ σελήνη οὗ δώσει τὸ φέγγος αὐτῆς, βλέποντες τὰ βδελύγματα ἐπὶ τῆς γῆς ἀμιλλωμένα, φάγονται γὰρ καὶ τὸν χοῦν τῆς γῆς καὶ τὰ θυσιαστήρια κύθρους οἴκων ἐργάσονται, τὰ τίμια καὶ ἅγια σκεύη ἐν μιάσματι χρήσονται.
Οἱ κατοικοῦντες τὴν Ἀσίαν φευγέτωσαν εἰς τὰς κοιλάδας τῶν νήσων· πενθήσει γὰρ Ἀσία τὰς νήσους, οὐ γὰρ πορεύσονται ἐν αὐτῇ οἱ λαοί, ἀλλ' ἔσονται πενθοῦντες ἡμέρας ρν' = ἑκατὸν πεντήκοντα, (ἐν ἄλλ. 660). Τότε ἐγερθήσεται ὁ σατανᾶς, ὁ ἀντίχριστος φημί, ἐκ τῆς φυλῆς τοῦ Δᾶν, οὐ μέντοι ἴδια θελήσει γενόμενος ἄνθρωπος, ἀλλ' εὐρεθήσεται ἕνεκεν αὐτοῦ σκεῦος αἰσχρὸν καὶ ρυπαρόν, ὅπως πληρωθῆ ἐν αὐτῷ τὰ τῶν προφητῶν· καὶ ἀπολυθήσεται ἐκ τῶν τοῦ ᾅδου δεσμῶν ἐν οἲς αὐτὸν ὁ Δεσπότης Χριστὸς ἐκεῖσε γενόμενος ἔδησε, καὶ εἰσελεύσεται εἰς τὸ σκεῦος τὸ αἰσχρότατον καὶ βδελυ-τώτατον. Καὶ ἀνδρυνθέντος αὐτοῦ ἐν ἡλικίᾳ τελεία, καὶ βασιλεύσαντος, τότε ἄρξεται τὴν πλάνην αὐτοῦ ἐπισπείρειν, καθὰ φησὶ περὶ αὐτοῦ Ἰωάννης ὁ θεολόγος· τότε γάρ, φησί, ἐγείρει πόλεμον ἐπὶ τὰς κοιλάδας (ἐν ἄλ. Κυκλάδας) τῶν νήσων, νῆσοι δὲ εἰσιν, ὡς Ἠσαΐας φησίν, αἱ ἐξ ἐθνῶν ἐκκλησίαι.
Παραγέννηται δὲ τότε Ἐνὼχ ὁ πρὸ τοῦ νόμου, καὶ Ἠλίας καὶ ὁ ἐν τῷ νόμῳ Ἰωάννης ὁ ἐν τὴ νέα χάριτι, κηρύξαι ἐν ὅλῃ τὴ οἰκουμένη τὸν καιρὸν τῆς συντελείας, καὶ τὴν τοῦ πλάνου ἐπιδημίαν· Διελεύσονται δὲ ἐν σημείοις καὶ τέρασι καὶ προκηρύξουσι τοῦ Σωτῆρος ἠμῶν Ἰησοῦ Χριστοῦ τὴν δευτέραν ἔλευσιν. Ὅσοι τοιγαροῦν θελήσουσι τοῦ ἀποκτείναι αὐτοὺς ἢ ἄλλως πὼς ἀδικῆσαι, πῦρ ἐξελθὸν καταφάγεται αὐτοὺς (Ἀποκ. ια,5)· πορεύσονται γὰρ ἐν ἐξουσίᾳ μεγάλη καὶ τὸν ἀντίχριστον ἐλέξαντες ἀποκτανθήσονται ὑπ' αὐτοῦ ἐν τὴ πόλει Ἱερουσαλήμ, καὶ ρίψωσι τὰ σώματα αὐτῶν ἄταφα ἐν μέσω τῆς πόλεως, καὶ ἐπισυναχθέντες ἐπιγελάσωσιν αὐτῶν ὡς ἀπροστατεύτων. Ποιήσουσι δὲ ἐπὶ τὴν πλατεῖαν κείμενα τὰ ἅγια σώματα αὐτῶν τρεῖς ἡμέρας· μεσούσης δὲ τῆς τετάρτης καταπτάσα περιστερὰ ἐκ τοῦ οὐρανοῦ ὡς εἶδος ἀστραπῆς, καὶ ἐπάνω αὐτῶν περιπατήσασα, ζωὴν ἐμπνεύσει αὐτοῖς καὶ ἰσχύσαντες ἐγερθήσονται ἐνώπιον πάντων, καὶ τρόμος λήψεται τοὺς ὁρώντας αὐτούς. Τότε γενήσεται φωνῆ ἐκ τοῦ οὐρανοῦ πρὸς αὐτοὺς λέγουσα : ἀνέλθετε πρὸς μὲ οἱ φίλοι μου καὶ εὐθέως κατελθοῦσα νεφέλη ἄρη αὐτοὺς καὶ κατασκηνώσει εἰς τὸν Παράδεισον. Πικρῶς δὲ ταπεινώσει ὁ πλάνος τοὺς τότε Χριστιανοὺς μέχρι τῆς ἐσχάτης αὐτῶν ἀναπνοῆς, θλίβων καὶ δεινῶς τιμωρούμενος, ὁ μάταιος ἄγαν. Τότε εἰ τὶς οὗ πλανηθῆ καὶ πιστεύσει τῷ ἀντίχριστῳ, μέγας καὶ ὑψηλὸς ἀναφανήσεται φίλος Χριστοῦ τοῦ Θεοῦ ἠμῶν, μακάριοι γὰρ πάντες οἱ ἅγιοι ἄγγελοι, τρισμακάριοι οἱ ἐπὶ τοῦ ἀντιχρίστου μαρτυρήσαντες, μέγιστη γὰρ αὐτοὺς διαδέξεται χαρὰ καὶ ἀγαλλίασις εἰς αἰῶνα αἰῶνος. Πρῶτον ἀποκτενεῖ τὸν Ἠλίαν, εἴτα τὸν Ἐνώχ, μετέπειτα τὸν τῆς βροντῆς υἱόν, καὶ τότε τοὺς μὴ πιστεύοντας εἰς αὐτὸν θανάτω πικρῶ παραδώσει.
Τότε ἔσται πόλεμος φοβερὸς μεταξὺ αὐτοῦ καὶ τοῦ Δεσπότου Χριστοῦ· ἐπὰν γὰρ γνώση πρὸς τὸ τέλος ἔχειν τοῦ κόσμου τούτου τὰ πράγματα, μανία δεινὴ πρὸς τὸν ἄνθρωπον ἀντιπαρατάξηται, ἀστραπῶν καὶ βροντῶν τε, κτύπους ποιῶν, ὥστε τῷ ἤχῳ τῆς βοῆς τὴν ὑπ' οὐρανὸν δονείσθαι καὶ περιηχείσθαι σφοδρῶς. Καὶ τὶς τότε οὐ πτήξει καὶ βαμβηθήσεται, ὦ τέκνον; Μακάριοι, ὡς προεῖπον, οἱ μὴ σκανδα-λισθέντες ἐπὶ τῷ  Δεσπότῃ  ἠμῶν  Χριστῷ   τῷ  ἀληθινῷ   Θεῶ  ἠμῶν,  τῷ  σαρκωθέντι  καὶ γεννηθέντι ἔκ τῆς ἁγίας Παρθένου Μαρίας, οἱ πιστεύοντες ἀνάστασιν νεκρῶν καὶ ζωὴν αἰώνιον, καὶ τὴν βασιλεία τῶν οὐρανῶν, ἤτις τέλος οὐκ ἔχει. Μακάριοι οἵτινες διὰ τὴν ἀγάπη αὐτοῦ ἀποθανούσι, καὶ ἐλέγξουσι κατὰ πρόσωπον τὸν δράκοντα καὶ τὴν αὐτοῦ ἀποπλάνησιν. Μακάριοι ὅσοι κατὰ τοῦ δράκοντος ἀνδρυνθήσονται καὶ γενναίως τὰ δεινὰ αὐτοῦ ἐλέγξουσιν οἱ φωστῆρες, οἱ ὡραῖοι, οἱ φίλτατοι μαργαρίται, αἰ γλυκείαι καρδίαι, καὶ τερπναὶ καὶ μελίρρυτοι, καὶ ὅσοι εἰς Πατέρα καὶ Υἱὸν καὶ ἅγιον Πνεῦμα, εἰς τὴν ἁγίαν καὶ ὁμοούσιον Τριάδα τὴν ζωοποιόν, πιστεύσωσιν. Ταῦτα τοῦ μακαρίου καθεζομένου καὶ λέγοντος, ὁ Ἐπιφάνειος ἀκούσας τὰ μέλλοντα γένεσθαι κατὰ τὴν οἰκουμένην, ἐθρήνει ἐκ βάθους ψυχῇς αὐτοῦ. Εἴτα λέγει πρὸς τὸν Ὅσιον : δέομαι σοί, εἶπε μοι, πὼς μέλλει ἁπαλειφθήναι ἀπὸ τῆς γῆς ἡ ἀνθρωπότης, καὶ οὕτω γενέσθαι τὴν ἀνάστασιν;
Ὁ δὲ Ὅσιος ἔφη : τοὺς μέν, ὦ τέκνον, τὰ μυσαρὰ ἔθνη ἀναλώσει, τοὺς δὲ ἐν τοῖς πυκνοτάτοις πολέμοις θανατώσουσι, καὶ τοὺς ἐπιλοίπους ὁ ἀντίχριστος. Ὅσοι δὲ αὐτῶ πιστεύσωσι καὶ προσκυνήσωσιν, ἀποστελεῖ Κύριος ὁ Θεὸς θηρία πετώμενα, κατὰ τὸν Ἰεζεκιὴλ ἔχοντα ἐν ταῖς οὐραῖς αὐτῶν βούκεντρα ἰοῦ μεμεστωμένα, καὶ ὅσοι οὐχ ἔξουσι τὸ σημεῖον τῆς γραφίδος τοῦ Χριστοῦ σῶον καὶ ἀκέραιον ἐν τοῖς μετώποις αὐτῶν, ὑπ' αὐτῶν τῶν θηρίων κεντούμενοι καὶ τῷ ἰῷ ἀλισκόμενοι, χαλεπῶ θανάτω πίκρως τελευτήσουσι.
Τότε μόλις οἱ ἅγιοι οἱ τὴν σφραγῖδα Χριστοῦ σώαν διαφυλάξαντες ἐν ἐρημίαις καὶ ὄρεσι μετανάσται γενήσονται, οὖς ὁ Θεὸς πνεύματι δυνάμεως αὐτοῦ συνάξαι ἐν τὴ ἅγια πόλει Σιῶν· οὗτοι εἴσιν οἱ γρα-φέντες εἰς ζωὴν αἰώνιον. Τοῦ ἀντιχρίστου ἤδη παταχθέντος σὺν τοὶς δαίμοσιν αὐτοῦ καὶ ὑπὸ πυρίνων ἀγγέλων συλληφθέντες τῷ κριτηρίῳ παρίσταθαι καὶ ἀπαιτείσθαι δίκας περὶ τῶν ψυχῶν, ὧν ἀπώλεσε τότε οὖν λοιπὸν ἡ σάλπιγξ ἠχήσει καὶ σαλπίσει, καὶ οἱ νεκροὶ ἀναστήσονται ἄφθαρτοι· ἔπειτα οἱ ζῶντες, καθὼς εἶπεν ὁ Πάυλος (Α' Θεσ. δ,15), εἰς τὴν παρουσίαν τοῦ Κύριου οἱ περιληφθέντες, ἀλλαγέντες ἐν ριπῇ ὀφθαλμοῦ ἀπὸ φθορᾶς εἰς ἀφθαρσίαν ἅμα σὺν αὐτοὶς ἁρπαγήσονται ἐν νεφέλαις εἰς ἀπάντησιν τοῦ Κυρίου εἰς ἀέρα. Ὅταν οὒν ἴδῃ τὶς τὰ βδελυρὰ ἔθνη εἰς τὸν κόσμο ἐξεληλυθότα, τότε γίνωσκε ὅτι ἐπὶ θύραις πάντα καὶ ὅτι μετὰ μικρὸν ὁ Κριτὴς ἐπελεύσεται ἀποδούναι ἔκαστω κατὰ τὰ ἔργα αὐτοῦ.

Δεν υπάρχουν σχόλια: