PAGES

ΛΟΓΟΣ ΤΟΥ ΟΣΙΟΥ ΜΑΚΑΡΙΟΥ ΤΟΥ ΑΙΓΥΠΤΙΟΥ

ΜΑΚΑΡΙΟΥ ΑΙΓΥΠΤΙΟΥ
ΛΟΓΟΣ ΤΟΥ ΟΣΙΟΥ & ΘΕΟΦΟΡΟΥ ΠΑΤΡΟΣ ΗΜΩΝ ΜΑΚΑΡΙΟΥ ΤΟΥ ΑΙΓΥΠΤΙΟΥ
Ὥσπερ Βασιλεὺς γράψας ἐπιστολάς, οἷς βούλεται Κωδικέλους καὶ δωρεὰς ἰδίας χαρίσασθαι, σημαίνει πᾶσι ὅτι ταχέως σπουδάσατε ἐλθεῖν πρός με, ἵνα λάβητε παρ’ ἐμοῦ δωρεὰς Βασιλικὰς καὶ εἰ μὴ ἀπέλθωσι καὶ λάβωσι, οὐδὲν ὠφελήθησαν, ἀλλ’ ἀναγνῶντες τὰς ἐπιστολὰς μᾶλλον δὲ καὶ θανάτου εἰσὶ ἔνοχοι, μὴ θελήσαντες ἀπελθεῖν καὶ ἐκ χειρὸς Βασιλέως τιμῆς ἀξιωθῆναι.
Οὕτως καὶ τὰς Θείας γραφὰς ὥσπερ ἐπιστολὰς ἀπέστειλεν ὁ Βασιλεὺς Θεὸς τοῖς ἀνθρώποις δηλώσας δι’ αὐτῶν ἵνα παρακαλέσαντες τὸν Θεὸν καὶ πιστεύσαντες αἰτήσωσι καὶ λάβωσι δωρεὰν Οὐράνιον ἐκ τῆς Ὑποστάσεως τῆς Θεότητος αὐτοῦ· γέγραπται γὰρ ἵνα γενόμεθα θείας κοινωνοὶ φύσεως· ἐὰν δὲ μὴ προσέλθῃ, καὶ αἰτήσει καὶ λάβῃ ὁ Ἄνθρωπος οὐδὲν ὠφελήθη ἀναγνοὺς τὰς γραφάς, μᾶλλον καὶ θανάτου ἔνοχος ἐστί, ὅτι παρὰ Βασιλέως Οὐρανίου οὐκ ἠθέλησε λαβεῖν ζωῆς δωρεάν, ἧς ἄνευ ἀδύνατον ἐστὶ ζωῆς ἀθανατου τυχεῖν ἥτις ἐστὶν ὁ Χριστὸς ὧ ἡ Δόξα εἰς τοὺς Αἰῶνας. Ἀμήν.

Δεν υπάρχουν σχόλια: