PAGES

ΑΓ.ΚΥΡΙΛΟΥ ΛΟΓΟΣ ΠΕΡΙ ΑΥΤΟΠΡΟΑΙΡΕΤΩΣ ΑΜΑΡΤΑΝΟΝΤΩΝ

ΑΓ.ΚΥΡΙΛΟΥ
ΘΑΥΜΑΣΙΟΣ  ΛΟΓΟΣ  Τοῦ ἐν Ἁγίοις Πατρός ἡμῶν Κυρίλλου Πατριάρχου Ἁγίας Πόλεως Ἱερουσαλήμ, καὶ πάνυ ὠφελιμότατος καὶ ψυχοφελέστατος.
Ἐκ τῶν ὅτι αὐτοπροαιρέτως ἁμαρτανόντων.
Μνημόνευε τοῦ Θανάτου καὶ τῆς κρίσεώς σου ἄνθρωπε, καὶ δι’ αὐτοὺς τοὺς πονηροὺς καὶ ἀμετανοήτους κακοὺς ἀνθρώπους α. τὸ οὐαί!  Δι’ αὐτοὺς ὁ κοπετὸς· καὶ ὁ συντριμὸς καὶ ἡ ἀπέραντος ἐκείνη καὶ ἀτελεύτητος κόλασις.
Καὶ τὰς ἐκείνας πάσας τὰς κολάσεις ὁ Θεὸς διὰ τοὺς δαίμονας ψιλῷ λόγῳ ὑπεστήσατο· καὶ ἰδοὺ ὅσοι ὀπίσω αὐτῶν διὰ τῶν πονηρῶν ἔργων εὑρεθήσονται, ἐὰν μὴ μετανοήσωσιν αὐτοῖς τοῖς βεβήλοις συνοπολεσθήσονται, διὰ τὴν ἐκ Θεοῦ δοθεῖσάν ἑκάστῳ αὐτεξούσιον προαίρεσιν. Εἶδες χεῖρον τοῦ διαβόλου ἄλλων τὶ τῶν ἀκαθάρτων, ἤ ἐθεάσω βδελικτώτερον; Οὐ μὲν οὖν· εἰ μὴ ὡς ἀληθῶς ὁ πονηρὸς καὶ κακὸς ἄνθρωπος.
Ἐκεῖνος γὰρ χεῖρον τοῦ δαίμονος, ὁ διαβάλλων εἰς πειρασμὸν τὸν πλησίον αὐτοῦ καθέστηκε. Λύσσα ἰοῦ κακίας ὁ πονηρὸς ἀνὴρ πέφηκε. Κακὴ αἰτία ὁ ἁμαρτωλὸς καὶ δεινὸν σκεῦος, καὶ λυγρὸν καὶ ὀλέθριον πάρεστην· ἡ γὰρ καρδία τοῦ τοιούτου ἀνάπαυσις τοῦ διαβόλου καθέστηκε. Κακὴ αἰτία ὁ τὰ γὰρ εἰσπράττων τοῦ σκότους τοῦ πονηροῦ. Οὐδὲν τοῦ ἁμαρτωλοῦ ἀθλιώτερον, οὐδὲν τοῦ κακοῦ ἀνθρώπου δεινότερον· οὐδὲν τοῦ ἁμαρτωλοῦ βεβηλότερον· καὶ οὐδὲν τοῦ δεινοῦ ἀνθρώπου βδελυκτότερον. Ὁ μὲν γὰρ διάβολος σφραγίδι τοῦ Ἰησοῦ Χριστοῦ καὶ ἐπικλήσει τοῦ Ἁγίου Πνεύματος, πολλάκις διώκεται. Ὁ δὲ πονηρὸς ἄνθρωπος, χεῖρον ἔνι τετρακοσίων δαιμόνων καὶ πονηρῶν καὶ μαύρων ληστευόντων τὰ πέρατα. Οὔτε γὰρ Θεὸν ὁ τοιοῦτος φοβῆται, οὐκ Ἅγιον αἰδεῖται, οὐ Σταυρὸν πτοεῖται, οὐκ ἐπιτιμᾶται ἐμφυσήματι, οὐ παρακλήσει ἀναχωρεῖ, οὐ φόβῳ ἀναχωρεῖ· ἀλλ’ ἑνὶ δεινὸς καὶ ἀναίσχυντος μικτὸς ταῖς ὑποστάσεσι, δαίμων καὶ ἄνθρωπος, κύων καὶ διάβολος, ὄφις καὶ σκορπιός, σατανᾶς καὶ ἀντίχριστος, δράκων καὶ ἀντίπαλος ὡς ἀληθῶς εἶπεν ὁ Προφήτης «Ἐξελοῦμαι Κύριε ἐξ ἀνθρώπου πονηροῦ. Πονηροὶ γὰρ ἄνθρωποι χεῖρον τοῦ διαβόλου ἐργάζονται· καὶ μάλα ἧπερ οὐ προσέχεις». Διέλθει μέντοι πᾶσαν τὴν βίβλον τοῦ Δαβίδ καὶ εὑρήσεις αὐτὸν πικνοτέρως τοῖς κακοῖς ἀνθρώποις ἐπιτιμοῦντα, ἤ καὶ ἀπαλλαγὴν εὑρεῖν ἀπ’ αὐτῶν προσευχόμενον. Οὐδὲν ἀθλιώτερον τοῦ ἁμαρτωλοῦ ἤ εἰμὶ ἐγὼ ὁ ταλαίπωρος. Καὶ οὐδὲν πικρότερον ἤ σκληρότερον τοῦ δεινοῦ ἀνθρώπου, καὶ μισαδέλφου εἰς φθονεροῦ, καὶ ὑψαυχενοῦντος θρασύτητα, καὶ κατὰ ἀνθρώπων δόλῳ κρυπτῶς ἐπιβουλεύοντος· εἰ γὰρ τῶν τοιούτων παθῶν ὁ κακὸς ἄνθρωπος συνίσταται. Τὶ σὲ ὠφελήσει ἄνθρωπε ὁ κακὸς τρόπος τοῦ δαίμονος, ὧ προσκέκλησαι τὰ δεινὰ ἐργαζόμενος; Σήμερον ἄθλιε κακῶς ἀποθνήσκεις, καὶ τὶ ἔχεις ποιῆσαι πρὸς ταῦτα τὰ μηχανήματά σου τὰ πικρά; Ἐκεῖ γὰρ οἱ τρόποι σου οἱ πικροὶ ἀσθενήσουσι, καὶ τὰ ὑψηλά σου δόλια φρονήματα, ὡσεὶ κόπρος ἐπὶ τῆς γῆς διελεχθήσονται ματαιοκοπούμενα. Τὶ σοι τότε ὠφελήσει ἄνθρωπε κακῶς τελευτῶντι ἐν ἁμαρτίαις πικραῖς καὶ δειναῖς τὸν ἀκάθαρτον βίον καταλύοντι; Τὶ σὲ ὠφελήσε ὀπηνίκα κεῖσαι πυρετῷ παραλελυμένος ἐν τῇ κλίνῃ σου, ὑπὸ πονηρῶν καὶ ρυπαρῶν δαιμόνων ἐξεταζόντων, μέχρις ὅτε ἔλθῃ ἡ ἀξίνη ἐπάνω σου; Οὐκ αἰσθάνει μέχρις ὅτου ἔλθῃ ὁ δράκων ὁ φοβερός, ἐκεῖνος ὁ ἄρχων τοῦ σκότους, τοῦ ἁρπάσαι ὡς λέων τὴν ἀκάθαρτον ψυχήν σου; Οὐκ αἰσθάνει μέχρις ὅτε ἐξ ὀνύχων ἄρξῃ τὴν ἐλεεινὴν ψυχὴν πολλή πικρία ἀνασπάσασθαι ὑπὸ πυρίνων φοβερῶν Ἀγγέλων, καὶ τῶν εἰς Ἅδην κατεπηγόντων σε; Οὐκ αἰσθάνει μέχρις ἄν ἀποτέμωση τὴν ὁμιλίαν σου, ἀπὸ τῆς κακῆς καὶ πικρᾶς καρδίας σου; Οὐκ αίσθάνει; Τὶ κάθει; Τὶ ἀναμένεις; Τὶ τὴν κακίαν σου κρατύνεις ταλαίπωρε; Ὁ θάνατος ἐφ’ ἕνα ἕκαστον ἔρχεται φοβερὸς καὶ ἀπότομος, καὶ τὶς ἀντιστῆναι δύναται; Καὶ σὺ κεῖσαι ἀμέριμνος, καὶ ὥσπερ οὐδὲ ἀποθανεῖν βουλόμενος ταλαίπωρε ἄνθρωπε. Φοβήθητι τὸν Θεὸν καὶ τὰ ταπεινὰ ἐπίλεξαι. Τὶ γὰρ φαντάζει; Τὶ ἐπαίρει δὴ δένδρον ὑψίκομον; Αὔριον ἔρχεται ὁ χειμὼν τοῦ θανάτου ἐπάνω σου καὶ πεσοῦνται τὰ φύλλα ἀπὸ σοῦ· καὶ ἡ πολλή σου φαντασία ἀφανισθή-σεται ἐν τῷ μνήματι. Τότε ἔση γυμνός, ἀηδής, διὰ τὸ μὴ ἔχειν σε ἀρετὴν κατὰ τοῦδε τὸν κόσμον χριστότητος καὶ σκώληκες μὲν τὰς βδεληράς σου σάρκας καταναλώσουσι, δαίμονες δὲ τὴν ἐλεεινήν σου ψυχήν, ἐν τῷ Ἅδῃ πικρῶς καταδαμάσουσι, μέχρις ὅτου ἔλθῃ καιρός, καὶ μετὰ πάντων ἐγερθεὶς ἄφθαρτος σὺν τῷ σώματι εἰς ἀτελευτήτους αἰῶνας, τῇ καιωμένῃ καμίνῳ τοῦ πυρὸς ἐκδοθήσῃ. Πρόσεχε παρακαλῶ μὴ ἀπο-γνώσῃς, ἀλλὰ μετανόησον. Διὰ τοῦτο γὰρ σοι ἀποσκεπάζω τὰ ῥήματα καὶ δεκνύω τὰ νοήματα, ἵνα φοβηθῆς ἀκούων τὴν ἀλήθειαν. «Πᾶσα ἁμαρτία, εἶπεν ὁ Κύριος, ἀφεθήσεται τοῖς ἀνθρώποις, τὸ δὲ βλασφημήσαντι εἰς τὸ πνεῦμα τὸ Ἅγιον οὐκ ἀφεθήσεται». Καθότι ταπεινὰ φησὶν ὁ Θεός, Σὺ οὖν οὐκ εἶ Ἄρειος, οὐκ εἶ Μακεδόνιος, οὐκ εἶ Ὠρι-γένης, οὐκ ἄλλος τὶς τῶν βλασφήμων πάντων εἰς τὴν Παντοδύναμον Θεότητα. Διὰ τοῦτο μετανόησον· Ἀρνήσου τὸν διάβολον, παῦσον τὰς κακίας. Παῦσον τὰς ἁμαρτίας ὦ Φίλτατε καὶ πάντας ἀγάπα. Σύχναζε τῇ Ἐκκλησίᾳ, μεθ’ ἡδονῆς τοῦ Ἁγίου Πνεύματος τὰ ρήματα· ὅπως ὀψέποτε πιανθεὶς ἡδονῆς καὶ θείας πληροφορίας, καὶ ἵνα δράμῃς ὀξέως εἰς τὴν Βασιλείαν τῶν Οὐρανῶν.

Δεν υπάρχουν σχόλια: