PAGES

ΤΡΙΑΔΙΚΑ ΜΕΓΑΛΥΝΑΡΙΑ

ΤΡΙΑΔΙΚΑ ΜΕΓΑΛΥΝΑΡΙΑ
ΤΡΙΑΔΙΚΑ ΜΕΓΑΛΥΝΑΡΙΑ
ξιον ἐστὶν ὣς ἀληθῶς, τὴν Ὑπέρθεον ὑμνεὶν Τριάδα
Ἄναρχον Πατέρα καὶ Παντουργόν, Συνάναρχον Λόγον,
 πρὸ αἰώνων ἐκ τοῦ Πατρός, ἀρρεύστως  τεχθέντα, 
καὶ τὸ Ἅγιον Πνεῦμα, τὸ ἐκ Πατρὸς ἀχρόνως ἐκπορευόμενον.
ξιόν ἐστιν ὡς ἀληθῶς, τοῦ δοξάζειν Σὲ τὸν Θεὸν Λόγον,
ὂν φρίττει καὶ τρέμει τὰ Χερουβεὶμ καὶ δοξολογούσι αἱ δυνάμεις τῶν Οὐρανῶν· 
τὸν ἐξανασταντα, τριήμερον ἐκ τάφου, Χριστὸν τὸν ζωοδότην φόβω δοξάσωμεν.
μνήσωμεν πάντες Θεοπρεπώς, ἄσμασιν ἐνθέοις τὸν Πατέρα καὶ τὸν Υἱὸν καὶ Πνεῦμα τὸ Θεῖον, τρισυπόστατον κράτος, τὴν μίαν Βασιλείαν καὶ κυριότητα.
ν ὑμνούσι πάντες οἷ γηγενεῖς, καὶ δοξολογούσιν αἱ δυνάμεις τῶν οὐρανῶν, τὴν ὑπὸ τῶν πάντων πιστῶν προσκυνουμένην, Μονάδα κατ’ οὐσίαν τὴν τρισυπόστατον.
Τὴν Κυριαρχίαν τῶν Χερουβίμ, καὶ τὴν Θεαρχίαν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαιρέτως Τριάδα ἐν μονάδι, τὴν ὄντως Θεαρχίαν, Σὲ μεγαλύνωμεν.
Πατέρα τὸν Ἄναρχον καὶ Θεόν, Συνάναρχον Λόγον, σὺν τῷ Πνεύματι προσκυνῶ, Ἀχώριστον μίαν ἐνουμένην οὐσίαν, Τρισάριθμον Μονάδα, ὕμνοις τιμήσωμεν.
Τάς ἀκτινοβόλους σοῦ ἀστραπάς, λάμψον μοι Θεέ μου, Τρισυπόστατε Παντουργέ, καὶ οἶκον με δεῖξον Σῆς ἀπροσίτου δόξῃς, φαιδρὸν καὶ φωτοφόρον καὶ ἀναλλοίωτον.
ν φρίττει καὶ τρέμει τὰ Χερουβείμ, καὶ δοξολογούσι τῶν ἀγγέλων αἱ στρατιαί, τὸν ἐκ τῆς Παρθένου ἀφράστως σαρκωθέντα, Χριστὸν τὸν ζοωδότην, φόβω δοξάσωμεν.
κ νεκρὼν ἰδοῦσα τὸν Σὸν Υἱόν, Ἄχραντε Παρθένε ἀναστάντα Θεοπρεπὼς χαρὰς ἀνεκφράστου ἡ κτίσις ἐπληροῦτο, Αὐτὸν δοξολογούσα καὶ Σὲ γεραίρουσα.
Τὴν Τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκούσαν, τὴν ὄντως Θεοτόκον Σὲ μεγαλύνωμεν.

Δεν υπάρχουν σχόλια: