PAGES

ΠΕΡΙ ΤΥΦΟΥ ΚΑΙ ΤΕΤΥΦΩΜΕΝΟΥ

ΠΕΡΙ ΤΥΦΟΥ ΚΑΙ ΤΕΤΥΦΩΜΕΝΟΥ
Αγ.Νεκτάριος Ὁ τῦφός ἐστιν ἀλαζονεία, μανία, ἔπαρσις, κενοδοξία. Τῦφος ὄγκος ἐστὶ νοσούσης ψυχῆς, ὥσπερ φλεγομένης ἐπὶ τραύματος σώματος. ΤΟ ΓΝΩΘΙ ΣΑΥΤΟΝ-191
Ὁ μέγας Βασίλειος λέγει· «ἔοικεν ὁ τῦφος πάντων εἶναι τῶν ἐν ἀνθρώποις παθῶν χαλεπώτατον· καὶ ὄντως τῷ τοῦ διαβόλου κρίματι περιβάλλει, οἷς ἂν προσγένηται». ΤΟ ΓΝΩΘΙ ΣΑΥΤΟΝ-191
Αγ.ΝεκτάριοςὉ τετυφωμένος φυσιοῦται ὑπὸ τοῦ νοὸς τῆς σαρκὸς αὐτοῦ, καὶ ἐμπίπτει εἰς κρῖμα τοῦ διαβόλου. Ὁ τετυφωμένος ἐστὶν ἀλαζονείας πλήρης, ἀπονοίας ἔμπλεως, ἐπηρμένος, μαινόμενος, συνετὸς ἐν ἑαυτῷ. ΤΟ ΓΝΩΘΙ ΣΑΥΤΟΝ-191

Δεν υπάρχουν σχόλια: